previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸν πατέρα λυτρωτέον; δόξειε γὰρ ἂν καὶ ἑαυτοῦ μᾶλλον τὸν πατέρα. ὅπερ οὖν εἴρηται, καθόλου μὲν τὸ ὀφείλημα ἀποδοτέον, ἐὰν δ᾽ ὑπερτείνῃ δόσις τῷ καλῷ τῷ ἀναγκαίῳ, πρὸς ταῦτ᾽ ἀποκλιτέον. ἐνίοτε γὰρ οὐδ᾽ ἐστὶν ἴσον τὸ τὴν προϋπαρχὴν ἀμείψασθαι, ἐπειδὰν μὲν σπουδαῖον εἰδὼς εὖ ποιήσῃ, τῷ δὲ ἀνταπόδοσις γίνηται ὃν οἴεται μοχθηρὸν εἶναι. οὐδὲ γὰρ τῷ δανείσαντι ἐνίοτε ἀντιδανειστέον: μὲν γὰρ οἰόμενος κομιεῖσθαι ἐδάνεισεν ἐπιεικεῖ ὄντι, δ᾽ οὐκ ἐλπίζει κομιεῖσθαι παρὰ πονηροῦ. εἴτε τοίνυν τῇ ἀληθείᾳ οὕτως ἔχει, οὐκ ἴσον τὸ ἀξίωμα: εἴτ᾽ ἔχει μὲν μὴ οὕτως οἴονται δέ, οὐκ ἂν δόξαιεν ἄτοπα ποιεῖν. ὅπερ οὖν πολλάκις εἴρηται, οἱ περὶ τὰ πάθη καὶ τὰς πράξεις λόγοι ὁμοίως ἔχουσι τὸ ὡρισμένον τοῖς περὶ εἰσιν. ὅτι μὲν οὖν οὐ ταὐτὰ πᾶσιν ἀποδοτέον, οὐδὲ τῷ πατρὶ πάντα, καθάπερ οὐδὲ τῷ Διὶ θύεται, οὐκ ἄδηλον: ἐπεὶ δ᾽ ἕτερα γονεῦσι καὶ ἀδελφοῖς καὶ ἑταίροις καὶ εὐεργέταις, ἑκάστοις τὰ οἰκεῖα καὶ τὰ ἁρμόττοντα ἀπονεμητέον. οὕτω δὲ καὶ ποιεῖν φαίνονται: εἰς γάμους μὲν γὰρ καλοῦσι τοὺς συγγενεῖς: τούτοις γὰρ κοινὸν τὸ γένος καὶ αἱ περὶ τοῦτο δὴ πράξεις: καὶ εἰς τὰ κήδη δὲ μάλιστ᾽ οἴονται δεῖν τοὺς συγγενεῖς ἀπαντᾶν διὰ ταὐτό. δόξειε δ᾽ ἂν τροφῆς μὲν γονεῦσι δεῖν μάλιστ᾽ ἐπαρκεῖν, ὡς ὀφείλοντας, καὶ τοῖς αἰτίοις τοῦ εἶναι κάλλιον ὂν ἑαυτοῖς εἰς ταῦτ᾽ ἐπαρκεῖν: καὶ τιμὴν δὲ γονεῦσι καθάπερ θεοῖς, οὐ πᾶσαν δέ: οὐδὲ γὰρ τὴν αὐτὴν πατρὶ καὶ μητρί, οὐδ᾽ αὖ τὴν τοῦ σοφοῦ τὴν τοῦ στρατηγοῦ, ἀλλὰ τὴν πατρικήν, ὁμοίως δὲ καὶ μητρικήν. καὶ παντὶ δὲ τῷ πρεσβυτέρῳ τιμὴν καθ᾽ ἡλικίαν, ὑπαναστάσει καὶ κατακλίσει καὶ τοῖς τοιούτοις: πρὸς ἑταίρους δ᾽ αὖ καὶ ἀδελφοὺς παρρησίαν καὶ ἁπάντων κοινότητα. καὶ συγγενέσι δὲ καὶ φυλέταις καὶ πολίταις καὶ τοῖς λοιποῖς ἅπασιν ἀεὶ πειρατέον τὸ οἰκεῖον ἀπονέμειν, καὶ συγκρίνειν τὰ ἑκάστοις ὑπάρχοντα κατ᾽ οἰκειότητα καὶ ἀρετὴν χρῆσιν. τῶν μὲν οὖν ὁμογενῶν ῥᾴων σύγκρισις, τῶν δὲ διαφερόντων ἐργωδεστέρα. οὐ μὴν διά γε τοῦτο ἀποστατέον, ἀλλ᾽ ὡς ἂν ἐνδέχηται, οὕτω διοριστέον.

ἔχει δ᾽ ἀπορίαν καὶ περὶ τοῦ διαλύεσθαι τὰς φιλίας

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: