previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ πεπραγέναι δοκοῦσιν αὐτοὶ καὶ ἑκουσίως τὰ μετὰ λόγου μάλιστα. ὅτι μὲν οὖν τοῦθ᾽ ἕκαστός ἐστιν μάλιστα, οὐκ ἄδηλον, καὶ ὅτι ἐπιεικὴς μάλιστα τοῦτ᾽ ἀγαπᾷ. διὸ φίλαυτος μάλιστ᾽ ἂν εἴη, καθ᾽ ἕτερον εἶδος τοῦ ὀνειδιζομένου, καὶ διαφέρων τοσοῦτον ὅσον τὸ κατὰ λόγον ζῆν τοῦ κατὰ πάθος, καὶ ὀρέγεσθαι τοῦ καλοῦ τοῦ δοκοῦντος συμφέρειν. τοὺς μὲν οὖν περὶ τὰς καλὰς πράξεις διαφερόντως σπουδάζοντας πάντες ἀποδέχονται καὶ ἐπαινοῦσιν: πάντων δὲ ἁμιλλωμένων πρὸς τὸ καλὸν καὶ διατεινομένων τὰ κάλλιστα πράττειν κοινῇ τ᾽ ἂν πάντ᾽ εἴη τὰ δέοντα καὶ ἰδίᾳ ἑκάστῳ τὰ μέγιστα τῶν ἀγαθῶν, εἴπερ ἀρετὴ τοιοῦτόν ἐστιν. ὥστε τὸν μὲν ἀγαθὸν δεῖ φίλαυτον εἶναικαὶ γὰρ αὐτὸς ὀνήσεται τὰ καλὰ πράττων καὶ τοὺς ἄλλους ὠφελήσει), τὸν δὲ μοχθηρὸν οὐ δεῖ: βλάψει γὰρ καὶ ἑαυτὸν καὶ τοὺς πέλας, φαύλοις πάθεσιν ἑπόμενος. τῷ μοχθηρῷ μὲν οὖν διαφωνεῖ δεῖ πράττειν καὶ πράττει: δ᾽ ἐπιεικής, δεῖ, ταῦτα καὶ πράττει: πᾶς γὰρ νοῦς αἱρεῖται τὸ βέλτιστον ἑαυτῷ, δ᾽ ἐπιεικὴς πειθαρχεῖ τῷ νῷ. ἀληθὲς δὲ περὶ τοῦ σπουδαίου καὶ τὸ τῶν φίλων ἕνεκα πολλὰ πράττειν καὶ τῆς πατρίδος, κἂν δέῃ ὑπεραποθνήσκειν: προήσεται γὰρ καὶ χρήματα καὶ τιμὰς καὶ ὅλως τὰ περιμάχητα ἀγαθά, περιποιούμενος ἑαυτῷ τὸ καλόν: ὀλίγον γὰρ χρόνον ἡσθῆναι σφόδρα μᾶλλον ἕλοιτ᾽ ἂν πολὺν ἠρέμα, καὶ βιῶσαι καλῶς ἐνιαυτὸν πόλλ᾽ ἔτη τυχόντως, καὶ μίαν πρᾶξιν καλὴν καὶ μεγάλην πολλὰς καὶ μικράς. τοῖς δ᾽ ὑπεραποθνήσκουσι τοῦτ᾽ ἴσως συμβαίνει: αἱροῦνται δὴ μέγα καλὸν ἑαυτοῖς. καὶ χρήματα προοῖντ᾽ ἂν ἐφ᾽ πλείονα λήψονται οἱ φίλοι: γίνεται γὰρ τῷ μὲν φίλῳ χρήματα, αὐτῷ δὲ τὸ καλόν: τὸ δὴ μεῖζον ἀγαθὸν ἑαυτῷ ἀπονέμει. καὶ περὶ τιμὰς δὲ καὶ ἀρχὰς αὐτὸς τρόπος: πάντα γὰρ τῷ φίλῳ ταῦτα προήσεται: καλὸν γὰρ αὐτῷ τοῦτο καὶ ἐπαινετόν. εἰκότως δὴ δοκεῖ σπουδαῖος εἶναι, ἀντὶ πάντων αἱρούμενος τὸ καλόν. ἐνδέχεται δὲ καὶ πράξεις τῷ φίλῳ προΐεσθαι, καὶ εἶναι κάλλιον τοῦ αὐτὸν πρᾶξαι τὸ αἴτιον τῷ φίλῳ γενέσθαι. ἐν πᾶσι δὴ τοῖς ἐπαινετοῖς σπουδαῖος φαίνεται ἑαυτῷ τοῦ καλοῦ πλέον νέμων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: