previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἄμφω γὰρ ἔχουσι τὰ τῇ φύσει ἡδέα): μακάριος δὴ φίλων τοιούτων δεήσεται, εἴπερ θεωρεῖν προαιρεῖται πράξεις ἐπιεικεῖς καὶ οἰκείας, τοιαῦται δ᾽ αἱ τοῦ ἀγαθοῦ φίλου ὄντος. οἴονταί τε δεῖν ἡδέως ζῆν τὸν εὐδαίμονα. μονώτῃ μὲν οὖν χαλεπὸς βίος: οὐ γὰρ ῥᾴδιον καθ᾽ αὑτὸν ἐνεργεῖν συνεχῶς, μεθ᾽ ἑτέρων δὲ καὶ πρὸς ἄλλους ῥᾷον. ἔσται οὖν ἐνέργεια συνεχεστέρα, ἡδεῖα οὖσα καθ᾽ αὑτήν, δεῖ περὶ τὸν μακάριον εἶναι: γὰρ σπουδαῖος, σπουδαῖος, ταῖς κατ᾽ ἀρετὴν πράξεσι χαίρει, ταῖς δ᾽ ἀπὸ κακίας δυσχεραίνει, καθάπερ μουσικὸς τοῖς καλοῖς μέλεσιν ἥδεται, ἐπὶ δὲ τοῖς φαύλοις λυπεῖται. γίνοιτο δ᾽ ἂν καὶ ἄσκησίς τις τῆς ἀρετῆς ἐκ τοῦ συζῆν τοῖς ἀγαθοῖς, καθάπερ καὶ Θέογνίς φησιν. φυσικώτερον δ᾽ ἐπισκοποῦσιν ἔοικεν σπουδαῖος φίλος τῷ σπουδαίῳ τῇ φύσει αἱρετὸς εἶναι. τὸ γὰρ τῇ φύσει ἀγαθὸν εἴρηται ὅτι τῷ σπουδαίῳ ἀγαθὸν καὶ ἡδύ ἐστι καθ᾽ αὑτό. τὸ δὲ ζῆν ὁρίζονται τοῖς ζῴοις δυνάμει αἰσθήσεως, ἀνθρώποις δ᾽ αἰσθήσεως νοήσεως: δὲ δύναμις εἰς τὴν ἐνέργειαν ἀνάγεται, τὸ δὲ κύριον ἐν τῇ ἐνεργείᾳ: ἔοικε δὴ τὸ ζῆν εἶναι κυρίως τὸ αἰσθάνεσθαι νοεῖν. τὸ δὲ ζῆν τῶν καθ᾽ αὑτὸ ἀγαθῶν καὶ ἡδέων: ὡρισμένον γάρ, τὸ δ᾽ ὡρισμένον τῆς τἀγαθοῦ φύσεως: τὸ δὲ τῇ φύσει ἀγαθὸν καὶ τῷ ἐπιεικεῖ: διόπερ ἔοικε πᾶσιν ἡδὺ εἶναι: οὐ δεῖ δὲ λαμβάνειν μοχθηρὰν ζωὴν καὶ διεφθαρμένην, οὐδ᾽ ἐν λύπαις: ἀόριστος γὰρ τοιαύτη, καθάπερ τὰ ὑπάρχοντα αὐτῇ. ἐν τοῖς ἐχομένοις δὲ περὶ τῆς λύπης ἔσται φανερώτερον. εἰ δ᾽ αὐτὸ τὸ ζῆν ἀγαθὸν καὶ ἡδύἔοικε δὲ καὶ ἐκ τοῦ πάντας ὀρέγεσθαι αὐτοῦ, καὶ μάλιστα τοὺς ἐπιεικεῖς καὶ μακαρίους: τούτοις γὰρ βίος αἱρετώτατος, καὶ τούτων μακαριωτάτη ζωή), δ᾽ ὁρῶν ὅτι ὁρᾷ αἰσθάνεται καὶ ἀκούων ὅτι ἀκούει καὶ βαδίζων ὅτι βαδίζει, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἔστι τι τὸ αἰσθανόμενον ὅτι ἐνεργοῦμεν, ὥστε ἂν αἰσθανώμεθ᾽, ὅτι αἰσθανόμεθα, κἂν νοῶμεν, ὅτι νοοῦμεν, τὸ δ᾽ ὅτι αἰσθανόμεθα νοοῦμεν, ὅτι ἐσμέντὸ γὰρ εἶναι ἦν αἰσθάνεσθαι νοεῖν),

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: