previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐφ᾽ οἷς γὰρ φιλοδοξοῦσι καὶ φιλοτιμοῦνται ἔργοις κτήμασι καὶ ὀρέγονται δόξης, καὶ ὅσα εὐτυχήματά ἐστιν, σχεδὸν περὶ πάντα φθόνος ἔστι, καὶ μάλιστα ὧν αὐτοὶ ὀρέγονται οἴονται δεῖν αὑτοὺς ἔχειν, ὧν τῇ κτήσει μικρῷ ὑπερέχουσιν
μικρῷ ἐλλείπουσιν. [5] φανερὸν δὲ καὶ οἷς φθονοῦσιν: ἅμα γὰρ εἴρηται: τοῖς γὰρ ἐγγὺς καὶ χρόνῳ καὶ τόπῳ καὶ ἡλικίᾳ καὶ δόξῃ φθονοῦσιν: ὅθεν εἴρηταιτὸ συγγενὲς γὰρ καὶ φθονεῖν ἐπίσταται.

καὶ πρὸς οὓς φιλοτιμοῦνται: φιλοτιμοῦνται γὰρ πρὸς τοὺς
εἰρημένους, πρὸς δὲ τοὺς μυριοστὸν ἔτος ὄντας πρὸς τοὺς ἐσομένους τεθνεῶτας οὐδείς, οὐδὲ πρὸς τοὺς ἐφ᾽ Ἡρακλείαις στήλαις. οὐδ᾽ ὧν πολὺ οἴονται παρ᾽ αὐτοῖς παρὰ τοῖς ἄλλοις λείπεσθαι, οὐδ᾽ ὧν πολὺ ὑπερέχειν, ὡσαύτως καὶ ρὸς τούτους καὶ περὶ τὰ τοιαῦτα. [6] ἐπεὶ δὲ πρὸς τοὺς ἀνταγωνιστὰς
καὶ ἀντεραστὰς καὶ ὅλως τοὺς τῶν αὐτῶν ἐφιεμένους φιλοτιμοῦνται, ἀνάγκη μάλιστα τούτοις φθονεῖν, διόπερ εἴρηταικαὶ κεραμεὺς κεραμεῖ.

Hes. WD 25 [8] καὶ ὧν κεκτημένων κατορθούντων ὄνειδος αὐτοῖςεἰσὶν δὲ καὶ οὗτοι οἱ ἐγγὺς καὶ ὅμοιοι): δῆλον γὰρ ὅτι παρ᾽ αὐτοὺς
οὐ τυγχάνουσι τοῦ ἀγαθοῦ, ὥστε τοῦτο λυποῦν ποιεῖ τὸν φθόνον. [9] καὶ τοῖς ἔχουσι ταῦτα κεκτημένοις ὅσα αὐτοῖς προσῆκεν ἐκέκτηντό ποτε: διὸ πρεσβύτεροί τε νεωτέροις [10] καὶ οἱ πολλὰ δαπανήσαντες εἰς ταὐτὸ τοῖς ὀλίγα φθονοῦσιν. [7] καὶ τοῖς ταχὺ οἱ μόλις τυχόντες μὴ τυχόντες φθονοῦσιν. [11] δῆλον
δὲ καὶ ἐφ᾽ οἷς χαίρουσιν οἱ τοιοῦτοι καὶ ἐπὶ τίσι καὶ πῶς ἔχοντες: ὡς γὰρ ἔχοντες λυποῦνται, οὕτως ἔχοντες ἐπὶ τοῖς ἐναντίοις ἡσθήσονται. ὥστε ἂν αὐτοὶ μὲν παρασκευασθῶσιν οὕτως ἔχειν, οἱ δ᾽ ἐλεεῖσθαι τυγχάνειν τινὸς ἀγαθοῦ ἀξιοῦντες ὦσιν οἷοι οἱ εἰρημένοι, δῆλον ὡς οὐ τεύξονται ἐλέου
παρὰ τῶν κυρίων. 11.

πῶς δὲ ἔχοντες ζηλοῦσι καὶ τὰ ποῖα καὶ ἐπὶ τίσιν, ἐνθένδ᾽ ἐστὶ δῆλον: εἰ γάρ ἐστιν ζῆλος λύπη τις ἐπὶ φαινομένῃ παρουσίᾳ ἀγαθῶν ἐντίμων καὶ ἐνδεχομένων αὐτῷ λαβεῖν περὶ τοὺς ὁμοίους τῇ φύσει, οὐχ ὅτι ἄλλῳ ἀλλ᾽ ὅτι οὐχὶ καὶ αὑτῷ
ἔστινδιὸ καὶ ἐπιεικές ἐστιν ζῆλος καὶ ἐπιεικῶν, τὸ δὲ φθονεῖν φαῦλον καὶ φαύλων: μὲν γὰρ αὑτὸν παρασκευάζει διὰ τὸν ζῆλον τυγχάνειν τῶν ἀγαθῶν, δὲ τὸν πλησίον μὴ ἔχειν διὰ τὸν φθόνον),

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: