previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7.

ἐπεὶ δὲ πολλάκις ὁμολογοῦντες ἄμφω συμφέρειν περὶ τοῦ μᾶλλον ἀμφισβητοῦσιν, ἐφεξῆς ἂν εἴη λεκτέον περὶ τοῦ μείζονος ἀγαθοῦ καὶ τοῦ μᾶλλον συμφέροντος. [2] ἔστω δὴ ὑπερέχον μὲν τὸ τοσοῦτον καὶ ἔτι, ὑπερεχόμενον δὲ τὸ ἐνυπάρχον, καὶ μεῖζον μὲν ἀεὶ καὶ πλεῖον πρὸς ἔλαττον,
μέγα δὲ καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον πρὸς τὸ τῶν πολλῶν μέγεθος, καὶ ὑπερέχον μὲν τὸ μέγα, τὸ δὲ μικρὸν ἐλλεῖπον, καὶ πολὺ καὶ ὀλίγον ὡσαύτως. [3]

ἐπεὶ οὖν ἀγαθὸν λέγομεν τό τε αὐτὸ αὑτοῦ ἕνεκα καὶ μὴ ἄλλου αἱρετόν, καὶ οὗ πάντ᾽ ἐφίεται, καὶ νοῦν ἂν καὶ φρόνησιν
λαβόντα ἕλοιτο, καὶ τὸ ποιητικὸν καὶ τὸ φυλακτικόν, ἕπεται τὰ τοιαῦτα, τὸ δ᾽ οὗ ἕνεκα τὸ τέλος ἐστίν, τέλος δέ ἐστιν οὗ ἕνεκα τὰ ἄλλα, αὐτῷ δὲ ἀγαθὸν τὸ πρὸς αὐτὸν ταῦτα πεπονθός, ἀνάγκη τά γε πλείω τοῦ ἑνὸς καὶ τῶν ἐλαττόνων, συναριθμουμένου τοῦ ἑνὸς τῶν ἐλαττόνων, μεῖζον
ἀγαθὸν εἶναι: ὑπερέχει γάρ, τὸ δὲ ἐνυπάρχον ὑπερέχεται. [4] καὶ ἐὰν τὸ μέγιστον τοῦ μεγίστου ὑπερέχῃ, καὶ αὐτὰ αὐτῶν: καὶ ὅσα αὐτὰ αὐτῶν, καὶ τὸ μέγιστον τοῦ μεγίστου: οἷον εἰ μέγιστος ἀνὴρ γυναικὸς τῆς μεγίστης μείζων, καὶ ὅλως οἱ ἄνδρες τῶν γυναικῶν μείζους, καὶ εἰ οἱ ἄνδρες
ὅλως τῶν γυναικῶν μείζους, καὶ ἀνὴρ μέγιστος τῆς μεγίστης γυναικὸς μείζων: ἀνάλογον γὰρ ἔχουσιν αἱ ὑπεροχαὶ τῶν γενῶν καὶ τῶν μεγίστων ἐν αὐτοῖς. [5] καὶ ὅταν τόδε μὲν τῷδε ἕπηται, ἐκεῖνο δὲ τούτῳ μή, ἕπηται δὲ τῷ ἅμα τῷ ἐφεξῆς τῇ δυνάμει: ἐνυπάρχει γὰρ χρῆσις
τοῦ ἑπομένου ἐν τῇ θατέρου. ἕπεται δὲ ἅμα μὲν τῷ ὑγιαίνειν τὸ ζῆν, τούτῳ δὲ ἐκεῖνο οὔ, ὕστερον δὲ τῷ μανθάνειν τὸ ἐπίστασθαι, δυνάμει δὲ τῷ ἱεροσυλεῖν τὸ ἀποστερεῖν: γὰρ ἱεροσυλήσας κἂν ἀποστερήσειεν. [6] καὶ τὰ ὑπερέχοντα τοῦ αὐτοῦ μείζονι μείζω: ἀνάγκη γὰρ ὑπερέχειν καὶ τοῦ
μείονι. [7] καὶ τὰ μείζονος ἀγαθοῦ ποιητικὰ μείζω: τοῦτο γὰρ ἦν τὸ μείζονος ποιητικῷ εἶναι. καὶ οὗ τὸ ποιητικὸν μεῖζον, ὡσαύτως: εἰ γὰρ τὸ ὑγιεινὸν αἱρετώτερον τοῦ ἡδέος καὶ μεῖζον ἀγαθόν, καὶ ὑγίεια τῆς ἡδονῆς μείζων. [8]
καὶ αἱρετώτερον τὸ καθ᾽ αὑτὸ τοῦ μὴ καθ᾽ αὑτό, οἷον ἰσχὺς ὑγιεινοῦ: τὸ μὲν γὰρ οὐχ αὑτοῦ ἕνεκα, τὸ δὲ αὑτοῦ, ὅπερ ἦν τὸ ἀγαθόν. [9] κἂν τὸ μὲν τέλος, τὸ δὲ μὴ τέλος: τὸ μὲν γὰρ ἄλλου ἕνεκα, τὸ δὲ αὑτοῦ, οἷον τὸ γυμνάζεσθαι τοῦ εὖ
ἔχειν τὸ σῶμα. [10] καὶ τὸ ἧττον προσδεόμενον θατέρου ἑτέρων: αὐταρκέστερον γάρ: ἧττον δὲ προσδεῖται τὸ ἐλαττόνων ῥᾳόνων προσδεόμενον. [11] καὶ ὅταν τόδε μὲν ἄνευ τοῦδε μὴ , μὴ δυνατὸν γενέσθαι, θάτερον δὲ ἄνευ τούτου, αὐταρκέστερον δὲ τὸ μὴ δεόμενον, ὥστε φαίνεται μεῖζον ἀγαθόν. [12]
κἂν ἀρχή, τὸ δὲ μὴ ἀρχή, κἂν αἴτιον, τὸ δ᾽ οὐκ αἴτιον, διὰ τὸ αὐτό: ἄνευ γὰρ αἰτίου καὶ ἀρχῆς ἀδύνατον εἶναι γενέσθαι. καὶ δυοῖν ἀρχαῖν τὸ ἀπὸ τῆς μείζονος ἀρχῆς μεῖζον, καὶ δυοῖν αἰτίοιν τὸ ἀπὸ τοῦ μείζονος αἰτίου μεῖζον. καὶ ἀνάπαλιν δὲ δυοῖν ἀρχαῖν τοῦ μείζονος ἀρχὴ
μείζων, καὶ δυοῖν αἰτίοιν τὸ τοῦ μείζονος αἴτιον μεῖζον. [13] δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι ἀμφοτέρως μεῖζον ἔστιν φαίνεσθαι: καὶ γὰρ εἰ ἀρχή, τὸ δὲ μὴ ἀρχή, δόξει μεῖζον εἶναι, καὶ εἰ μὴ ἀρχή, τὸ δὲ ἀρχή: τὸ γὰρ τέλος μεῖζον καὶ οὐχ ἀρχή, ὥσπερ Λεωδάμας κατηγορῶν ἔφη Καλλιστράτου τὸν βουλεύσαντα
τοῦ πράξαντος μᾶλλον ἀδικεῖν: οὐ γὰρ ἂν πραχθῆναι μὴ βουλεύσαντος: πάλιν δὲ καὶ Χαβρίου, τὸν πράξαντα τοῦ βουλεύσαντος: οὐ γὰρ ἂν γενέσθαι, εἰ μὴ ἦν πράξων: τούτου γὰρ ἕνεκα ἐπιβουλεύειν, ὅπως πράξωσιν. [14] καὶ τὸ σπανιώτερον τοῦ ἀφθόνου, οἷον χρυσὸς σιδήρου, ἀχρηστότερος
ὤν: μεῖζον γὰρ κτῆσις διὰ τὸ χαλεπωτέρα εἶναι. (ἄλλον δὲ τρόπον τὸ ἄφθονον τοῦ σπανίου, ὅτι χρῆσις ὑπερέχει: τὸ γὰρ πολλάκις τοῦ ὀλιγάκις ὑπερέχει, ὅθεν λέγεταιἄριστον μὲν ὕδωρ.)

Pind. O. 1.1 [15] καὶ ὅλως τὸ χαλεπώτερον τοῦ ῥᾴονος: σπανιώτερον γάρ. ἄλλον
δὲ τρόπον τὸ ῥᾷον τοῦ χαλεπωτέρου: ἔχει γὰρ ὡς βουλόμεθα. [16] καὶ τὸ ἐναντίον μεῖζον, καὶ οὗ στέρησις μείζων. καὶ ἀρετὴ μὴ κακίας καὶ κακία μὴ ἀρετῆς μείζων: τὰ μὲν γὰρ τέλη, τὰ δ᾽ οὐ τέλη. [17] καὶ ὧν τὰ ἔργα καλλίω αἰσχίω, μείζω αὐτά, καὶ ὧν αἱ κακίαι καὶ αἱ ἀρεταὶ μείζους, καὶ τὰ ἔργα
μείζω, ἐπείπερ ὡς τὰ αἴτια καὶ αἱ ἀρχαί, καὶ τὰ ἀποβαίνοντα, καὶ ὡς τὰ ἀποβαίνοντα, καὶ τὰ αἴτια καὶ αἱ ἀρχαί. [18] καὶ ὧν ὑπεροχὴ αἱρετωτέρα καλλίων, οἷον τὸ ἀκριβῶς ὁρᾶν αἱρετώτερον τοῦ ὀσφραίνεσθαικαὶ γὰρ ὄψις ὀσφρήσεως),
καὶ τὸ φιλεταιρώτερον εἶναι τοῦ φιλοχρηματώτερον μᾶλλον κάλλιον, ὥστε καὶ φιλεταιρία φιλοχρηματίας. καὶ ἀντικειμένως δὲ τῶν βελτιόνων αἱ ὑπερβολαὶ βελτίους καὶ αἱ καλλιόνων καλλίους. [19] καὶ ὧν αἱ ἐπιθυμίαι καλλίους
βελτίους: αἱ γὰρ μείζους ὀρέξεις μειζόνων εἰσίν. καὶ τῶν καλλιόνων δὲ βελτιόνων αἱ ἐπιθυμίαι βελτίους καὶ καλλίους διὰ τὸ αὐτό. [20] καὶ ὧν αἱ ἐπιστῆμαι καλλίους σπουδαιότεραι, καὶ τὰ πράγματα καλλίω καὶ σπουδαιότερα: ὡς γὰρ ἔχει ἐπιστήμη, καὶ τὸ ἀληθές: κελεύει δὲ τὸ
αὑτῆς ἑκάστη. καὶ τῶν σπουδαιοτέρων δὲ καὶ καλλιόνων αἱ ἐπιστῆμαι ἀνάλογον διὰ τὸ αὐτό. [21] καὶ κρίνειαν ἂν κεκρίκασιν οἱ φρόνιμοι πάντες οἱ πολλοὶ οἱ πλείους οἱ κράτιστοι ἀγαθὸν μεῖζον, ἀνάγκη οὕτως ἔχειν, ἁπλῶς κατὰ τὴν φρόνησιν ἔκριναν. ἔστι δὲ τοῦτο κοινὸν καὶ
κατὰ τῶν ἄλλων: καὶ γὰρ τὶ καὶ ποσὸν καὶ ποιὸν οὕτως ἔχει ὡς ἂν ἐπιστήμη καὶ φρόνησις εἴποι. ἀλλ᾽ ἐπ᾽ ἀγαθῶν εἰρήκαμεν: ὥρισται γὰρ ἀγαθὸν εἶναι λαβὸν τὰ πράγματα φρόνησιν ἕλοιτ᾽ ἂν ἕκαστον: δῆλον οὖν ὅτι καὶ μεῖζον μᾶλλον φρόνησις λέγει. [22] καὶ τὸ τοῖς βελτίοσιν
ὑπάρχον, ἁπλῶς βελτίους, οἷον ἀνδρεία ἰσχύος. καὶ ἕλοιτ᾽ ἂν βελτίων, ἁπλῶς βελτίων, οἷον τὸ ἀδικεῖσθαι μᾶλλον ἀδικεῖν: τοῦτο γὰρ δικαιότερος ἂν ἕλοιτο. [23] καὶ τὸ ἥδιον τοῦ ἧττον ἡδέος: τὴν γὰρ ἡδονὴν πάντα διώκει, καὶ αὑτοῦ ἕνεκα τοῦ ἥδεσθαι ὀρέγονται, ὥρισται
δὲ τούτοις τὸ ἀγαθὸν καὶ τὸ τέλος: ἥδιον δὲ τό τε ἀλυπότερον καὶ τὸ πολυχρονιώτερον ἡδύ. [24] καὶ τὸ κάλλιον τοῦ ἧττον καλοῦ: τὸ γὰρ καλόν ἐστιν ἤτοι τὸ ἡδὺ τὸ καθ᾽ αὑτὸ αἱρετόν. [25] καὶ ὅσων αὐτοὶ αὑτοῖς φίλοις βούλονται αἴτιοι εἶναι μᾶλλον, ταῦτα μείζω ἀγαθά, ὅσων
δὲ ἧττον, μείζω κακά. [26]

καὶ τὰ πολυχρονιώτερα τῶν ὀλιγοχρονιωτέρων καὶ τὰ βεβαιότερα τῶν ἀβεβαιοτέρων: ὑπερέχει γὰρ χρῆσις τῶν μὲν τῷ χρόνῳ τῶν δὲ τῇ βουλήσει: ὅταν γὰρ βούλωνται, ὑπάρχει μᾶλλον τοῦ βεβαίου. [27] καὶ ὡς ἂν ἓν τῶν συστοίχων καὶ τῶν ὁμοίων πτώσεων,
καὶ τἆλλ᾽ ἀκολουθεῖ, οἷον εἰ τὸ ἀνδρείως κάλλιον καὶ αἱρετώτερον τοῦ σωφρόνως, καὶ ἀνδρεία σωφροσύνης αἱρετωτέρα καὶ τὸ ἀνδρεῖον εἶναι τοῦ σωφρονεῖν. [28] καὶ πάντες αἱροῦνται τοῦ μὴ πάντες. καὶ οἱ πλείους οἱ ἐλάττους:
ἀγαθὸν γὰρ ἦν οὗ πάντες ἐφίενται, ὥστε καὶ μεῖζον οὗ μᾶλλον. καὶ οἱ ἀμφισβητοῦντες οἱ ἐχθροί, οἱ κρίνοντες οὓς οὗτοι κρίνουσιν: τὸ μὲν γὰρ ὡς ἂν εἰ πάντες φαῖέν ἐστι, τὸ δὲ οἱ κύριοι καὶ οἱ εἰδότες. [29] καὶ ὁτὲ μὲν οὗ πάντες
μετέχουσι μεῖζον: ἀτιμία γὰρ τὸ μὴ μετέχειν: ὁτὲ δὲ οὗ μηδεὶς οὗ ὀλίγοι: σπανιώτερον γάρ. [30] καὶ τὰ ἐπαινετώτερα: καλλίω γάρ. καὶ ὧν αἱ τιμαὶ μείζους, ὡσαύτως: γὰρ τιμὴ ὥσπερ ἀξία τίς ἐστιν. καὶ ὧν αἱ ζημίαι μείζους. [31] καὶ τὰ τῶν ὁμολογουμένων φαινομένων μεγάλων μείζω.
καὶ διαιρούμενα δὲ εἰς τὰ μέρη τὰ αὐτὰ μείζω φαίνεται. πλεῖον γὰρ ὑπερέχειν φαίνεται, ὅθεν καὶ ποιητής φησι πεῖσαι τὸν Μελέαγρον ἀναστῆναιὅσσα κάκ᾽ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ:
λαοὶ μὲν φθινύθουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,
τέκνα δέ τ᾽ ἄλλοι ἄγουσιν.

Hom. Il. 9.592-594 καὶ τὸ συντιθέναι δὲ καὶ ἐποικοδομεῖν, ὥσπερ Ἐπίχαρμος, διά τε τὸ αὐτὸ τῇ διαιρέσει γὰρ σύνθεσις ὑπεροχὴν δείκνυσι πολλήνκαὶ ὅτι ἀρχὴ φαίνεται μεγάλων καὶ αἴτιον. [32] ἐπεὶ δὲ τὸ χαλεπώτερον καὶ σπανιώτερον μεῖζον,
καὶ οἱ καιροὶ καὶ αἱ ἡλικίαι καὶ οἱ τόποι καὶ οἱ χρόνοι καὶ αἱ δυνάμεις ποιοῦσι μεγάλα: εἰ γὰρ παρὰ δύναμιν καὶ παρὰ ἡλικίαν καὶ παρὰ τοὺς ὁμοίους, καὶ εἰ οὕτως ἐνταῦθα τότε, ἕξει μέγεθος καὶ καλῶν καὶ ἀγαθῶν καὶ δικαίων καὶ τῶν ἐναντίων, ὅθεν καὶ τὸ ἐπίγραμμα τῷ
Ὀλυμπιονίκῃ: “πρόσθε μὲν ἀμφ᾽ ὤμοισιν ἔχων τραχεῖαν ἄσιλλαν
ἰχθῦς ἐξ Ἄργους εἰς Τεγέαν ἔφερον,

Simonides fr. 163 καὶ Ἰφικράτης αὑτὸν ἐνεκωμίαζε λέγων ἐξ ὧν ὑπῆρξεν ταῦτα. [33] καὶ τὸ αὐτοφυὲς τοῦ ἐπικτήτου: χαλεπώτερον γάρ.
ὅθεν καὶ ποιητής φησιναὐτοδίδακτος δ᾽ εἰμί.

Hom. Od. 22.347 [34] καὶ τὸ μεγάλου μέγιστον μέρος, οἷον Περικλῆς τὸν ἐπιτάφιον λέγων, τὴν νεότητα ἐκ τῆς πόλεως ἀνῃρῆσθαι ὥσπερ τὸ ἔαρ ἐκ τοῦ ἐνιαυτοῦ εἰ ἐξαιρεθείη. [35] καὶ τὰ ἐν χρείᾳ μείζονι χρήσιμα, οἷον τὰ ἐν γήρᾳ καὶ νόσοις. καὶ δυοῖν τὸ ἐγγύτερον
τοῦ τέλους. καὶ τὸ αὐτῷ τοῦ ἁπλῶς. καὶ τὸ δυνατὸν τοῦ ἀδυνάτου: τὸ μὲν γὰρ αὐτῷ, τὸ δ᾽ οὔ. καὶ τὰ ἐν τέλει τοῦ βίου: τέλη γὰρ μᾶλλον τὰ πρὸς τῷ τέλει.
[36] καὶ τὰ πρὸς ἀλήθειαν τῶν πρὸς δόξαν: ὅρος δὲ τοῦ πρὸς δόξαν, λανθάνειν μέλλων οὐκ ἂν ἕλοιτο: διὸ καὶ τὸ εὖ πάσχειν τοῦ εὖ ποιεῖν δόξειεν ἂν αἱρετώτερον εἶναι: τὸ μὲν γὰρ κἂν λανθάνῃ αἱρήσεται, ποιεῖν δ᾽ εὖ λανθάνων οὐ δοκεῖ ἂν ἑλέσθαι. [37]
καὶ ὅσα εἶναι μᾶλλον δοκεῖν βούλονται: πρὸς ἀλήθειαν γὰρ μᾶλλον: διὸ καὶ τὴν δικαιοσύνην φασὶ μικρὸν εἶναι, ὅτι δοκεῖν εἶναι αἱρετώτερον: τὸ δὲ ὑγιαίνειν οὔ. [38] καὶ τὸ πρὸς πολλὰ χρησιμώτερον, οἷον τὸ πρὸς τὸ ζῆν καὶ εὖ ζῆν καὶ τὴν ἡδονὴν καὶ τὸ πράττειν τὰ καλά:
διὸ πλοῦτος καὶ ὑγίεια μέγιστα δοκεῖ εἶναι: ἅπαντα γὰρ ἔχει ταῦτα. [39] καὶ τὸ ἀλυπότερον καὶ μεθ᾽ ἡδονῆς: πλείω γὰρ ἑνός, ὅτι ὑπάρχει καὶ ἡδονὴ ἀγαθὸν καὶ ἀλυπία. καὶ δυοῖν τῷ αὐτῷ προστιθέμενον μεῖζον τὸ ὅλον ποιεῖ. [40] καὶ μὴ λανθάνει παρόντα λανθάνει:
πρὸς ἀλήθειαν γὰρ τείνει ταῦτα: διὸ τὸ πλουτεῖν φανείη ἂν μεῖζον ἀγαθὸν τοῦ δοκεῖν. [41] καὶ τὸ ἀγαπητόν, καὶ τοῖς μὲν μόνον ὂν τοῖς δὲ μετ᾽ ἄλλων: διὸ καὶ οὐκ ἴση ζημία, ἄν τις τὸν ἑτερόφθαλμον τυφλώσῃ καὶ τὸν δύ᾽ ἔχοντα: ἀγαπητὸν γὰρ ἀφῄρηται. ἐκ τίνων μὲν οὖν δεῖ τὰς πίστεις
φέρειν ἐν τῷ προτρέπειν καὶ ἀποτρέπειν, σχεδὸν εἴρηται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
hide References (9 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 223
  • Cross-references to this page (3):
  • Cross-references from this page (3):
  • Cross-references in notes to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: