Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἵν᾽ ἐὰν μὲν ἀκούσαντες τοῦτο τοὺς μετὰ ταῦτα λόγους βούλησθ᾽ ἀκούειν, καὶ διδάσκῃ καὶ φράζῃ τὰ βέλτισθ᾽ αὑτῷ δοκοῦντα, ἂν δ᾽ ἀποδοκιμάσητε, ἀπηλλαγμένος ᾖ καὶ μήθ᾽ ὑμῖν ἐνοχλῇ μήθ᾽ αὑτὸν κόπτῃ. ἐγὼ δὴ τοῦτο πρῶτον ἐρῶ. ἐμοὶ δοκεῖ Μυτιληναίων ὁ δῆμος ἠδικῆσθαι, καὶ δίκην ὑμῖν ὑπὲρ αὐτοῦ προσήκειν λαβεῖν. καὶ ὅπως λήψεσθ᾽ ἔχω λέγειν, ἐπειδὰν ὡς ἠδίκηνται καὶ ὑμῖν προσήκει βοηθεῖν ἐπιδείξω.