Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[65]
ὥστε καρπωσάμενοί τιν᾽ ἕκαστοι τούτων πλεονεξίαν, οἱ μὲν ἤδη πεπόνθασιν ἃ δὴ πεπόνθασιν, οἱ δ᾽ ὅταν ποτὲ συμβῇ πείσονται. ὑμεῖς δ᾽ ὧν μὲν †ἀπεστέρησθε† σιωπῶ: ἀλλ᾽ ἐν αὐτῷ τῷ τὴν εἰρήνην ποιήσασθαι, πόσ᾽ ἐξηπάτησθε, πόσων ἀπεστέρησθε. οὐχὶ Φωκέας, οὐ Πύλας, οὐχὶ τἀπὶ Θρᾴκης, Δορίσκον, Σέρριον, τὸν Κερσοβλέπτην αὐτόν; οὐ νῦν Καρδίαν ἔχει καὶ ὁμολογεῖ;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.