Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
οἱ δὲ πολιτευόμενοι καὶ περὶ ταῦτ᾽ ὄντες, τὸ τὰ βέλτιστα σκοπεῖν ὑμῖν ἀφέντες, προσκεχωρήκασι πρὸς τούτους: καὶ πρότερον μὲν κατὰ συμμορίας εἰσεφέρετε, νυνὶ δὲ πολιτεύεσθε κατὰ συμμορίας. ῥήτωρ ἡγεμὼν καὶ στρατηγὸς ὑπὸ τούτῳ καὶ οἱ βοησόμενοι μεθ᾽ ἑκατέρων τριακόσιοι: οἱ δ᾽ ἄλλοι προσνενέμησθε οἱ μὲν ὡς τούτους, οἱ δ᾽ ὡς ἐκείνους. τοιγαροῦν ὑμῖν περίεστιν ἐκ τούτων ὁ δεῖνα χαλκοῦς καὶ ὁ δεῖν᾽ εὐδαίμων, εἷς ἢ δύο, ὑπὲρ τὴν πόλιν: οἱ δ᾽ ἄλλοι μάρτυρες τῆς τούτων εὐδαιμονίας κάθησθε, τῆς καθ᾽ ἡμέραν ῥᾳθυμίας πολλὴν καὶ μεγάλην ὑπάρχουσαν ὑμῖν εὐδαιμονίαν τούτοις προϊέμενοι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.