Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[149]
οὐδενὸς δὲ προειδότος, οἶμαι, τὸ πρᾶγμ᾽ οὐδὲ φυλάττοντος, ὥσπερ εἴωθε τὰ τοιαῦτα παρ᾽ ὑμῖν γίγνεσθαι, προβληθεὶς πυλάγορος οὗτος καὶ τριῶν ἢ τεττάρων χειροτονησάντων αὐτὸν ἀνερρήθη. ὡς δὲ τὸ τῆς πόλεως ἀξίωμα λαβὼν ἀφίκετ᾽ εἰς τοὺς Ἀμφικτύονας, πάντα τἄλλ᾽ ἀφεὶς καὶ παριδὼν ἐπέραινεν ἐφ᾽ οἷς ἐμισθώθη,καὶ λόγους εὐπροσώπους καὶ μύθους, ὅθεν ἡ Κιρραία χώρα καθιερώθη, συνθεὶς καὶ διεξελθὼν ἀνθρώπους ἀπείρους λόγων καὶ τὸ μέλλον οὐ προορωμένους, τοὺς ἱερομνήμονας,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.