This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[25]
ἔστι δὲ πρῶτον μὲν ἐκεῖν᾽ οὐκ ἄδηλος ἐρῶν, ἐξ ὧν ἰδίᾳ πρός τινας αὐτὸς διεξιὼν ἀπηγγέλλετό μοι, ὡς εἴπερ ἀληθῶς ἐπεπόνθειν ταῦθ᾽ ἃ λέγω, δίκας ἰδίας μοι προσῆκεν αὐτῷ λαχεῖν, τῶν μὲν ἱματίων καὶ τῶν χρυσῶν στεφάνων τῆς διαφθορᾶς καὶ τῆς περὶ τὸν χορὸν πάσης ἐπηρείας, βλάβης, ὧς δ᾽ εἰς τὸ σῶμ᾽ ὑβρίσθαι φημί, ὕβρεως, οὐ μὰ Δί᾽ οὐχὶ δημοσίᾳ κρίνειν αὐτὸν καὶ τίμημ᾽ ἐπάγειν ὅ τι χρὴ παθεῖν ἢ ἀποτεῖσαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.