This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[46]
καὶ τοσαύτῃ γ᾽ ἐχρήσαθ᾽ ὑπερβολῇ, ὥστε κἂν εἰς δοῦλον ὑβρίζῃ τις, ὁμοίως ἔδωκεν ὑπὲρ τούτου γραφήν. οὐ γὰρ ὅστις ὁ πάσχων ᾤετο δεῖν σκοπεῖν, ἀλλὰ τὸ πρᾶγμ᾽ ὁποῖόν τι τὸ γιγνόμενον: ἐπειδὴ δ᾽ εὗρεν οὐκ ἐπιτήδειον, μήτε πρὸς δοῦλον μήθ᾽ ὅλως ἐξεῖναι πράττειν ἐπέτρεψεν. οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν πάντων οὐδὲν ὕβρεως ἀφορητότερον, οὐδ᾽ ἐφ᾽ ὅτῳ μᾶλλον ὑμῖν ὀργίζεσθαι προσήκει. ἀνάγνωθι δ᾽ αὐτόν μοι λαβὼν τὸν τῆς ὕβρεως νόμον: οὐδὲν γὰρ οἷον ἀκούειν αὐτοῦ τοῦ νόμου.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.