This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[73]
σκέψασθε δὴ πρὸς Διὸς καὶ θεῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ λογίσασθε παρ᾽ ὑμῖν αὐτοῖς, ὅσῳ πλείον᾽ ὀργὴν ἐμοὶ προσῆκε παραστῆναι πάσχοντι τοιαῦθ᾽ ὑπὸ Μειδίου ἢ τότ᾽ ἐκείνῳ τῷ Εὐαίωνι τῷ τὸν Βοιωτὸν ἀποκτείναντι. ὁ μέν γ᾽ ὑπὸ γνωρίμου, καὶ τούτου μεθύοντος, ἐναντίον ἓξ ἢ ἕπτ᾽ ἀνθρώπων ἐπλήγη, καὶ τούτων γνωρίμων, οἳ τὸν μὲν κακιεῖν οἷς ἔπραξε, τὸν δ᾽ ἐπαινέσεσθαι μετὰ ταῦτ᾽ ἀνασχόμενον καὶ κατασχόνθ᾽ ἑαυτὸν ἔμελλον, καὶ ταῦτ᾽ εἰς οἰκίαν ἐλθὼν ἐπὶ δεῖπνον, οἷ μηδὲ βαδίζειν ἐξῆν αὐτῷ:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.