Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[151]
ὧν δ᾽ ἐκεῖνον δίκαιον ἦν χάριν ὑμῖν ἔχειν οὐκ ἀπολωλότα, τοῦτο παθόντ᾽ ἂν δικαίως, ἀντὶ τούτων ὡς ὀφείλουσ᾽ ἡ πόλις αὐτῷ στεφάνους καὶ πολιτείαν καὶ ἃ πάντες ἐπίστασθε δέδωκεν. καὶ ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, τό τε ψήφισμ᾽ ἀνάγνωθί μοι τὸ περὶ τῶν ὁμήρων, καὶ τὴν Ἰφικράτους ἐπιστολὴν καὶ τὴν Τιμοθέου, καὶ μετὰ ταῦτα τὴν μαρτυρίαν ταυτηνί: ὄψεσθε γὰρ οὐ λόγους οὐδ᾽ αἰτίαν, ἀλλ᾽ ἀλήθειαν οὖσαν ὧν λέγω. λέγε.“Ψήφισμα”“Ἐπιστολαί”“Μαρτυρία”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.