Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[41]
τούτων μὲν δὴ τὸν εἰργασμένον εἴργει. ἂν δ᾽ ἔξω τούτων κτείνῃ τις αὐτὸν ἄλλοθι, τὴν αὐτὴν ὑπὲρ αὐτοῦ δίκην δέδωκεν ἥνπερ ἂν τὸν Ἀθηναῖον κτείνῃ. τὸν γὰρ φυγάδα τὸ τῆς πόλεως οὐ προσεῖπ᾽ ὄνομα, ἧς οὐκ ἔστι ματουσία αὐτῷ, ἀλλὰ τὸ τοῦ πράγματος, ᾧ κατέστησεν αὑτὸν ἐκεῖνος ἔνοχον: καὶ διὰ ταῦτ᾽ ‘ἄν τις ἀποκτείνῃ’ φησὶ ‘τὸν ἀνδροφόνον.’ εἶτ᾽ εἰπὼν ὧν εἰργόμενον, ἐπὶ τῷ τὴν τιμωρίαν νομίμως ἐπιθεῖναι τὸ τῆς πόλεως ὄνομ᾽ ὠνόμασεν, ‘τοῖς αὐτοῖς ἐνεχέσθω καθάπερ ἂν τὸν Ἀθηναῖον ἀποκτείνῃ’ γράψας, ἀνομοίως, ὦ ἄνδρες Ἀθηναῖοι, τῷ τουτὶ τὸ ψήφισμ᾽ εἰρηκότι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.