Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[71]
δεύτερον δ᾽ ἕτερον δικαστήριον τὸ τῶν ἀκουσίων φόνων φανήσεται συγχέων, τοὐπὶ Παλλαδίῳ, καὶ τοὺς παρὰ τούτῳ νόμους παραβαίνων. καὶ γὰρ ἐνταῦθ᾽ ὑπόκειται πρῶτον μὲν διωμοσία, δεύτερον δὲ λόγος, τρίτον δὲ γνῶσις τοῦ δικαστηρίου, ὧν οὐδέν ἐστιν ἐν τῷ τούτου ψηφίσματι. ἂν δ᾽ ἁλῷ καὶ δοκῇ τοὔργον εἰργάσθαι, οὔθ᾽ ὁ διώκων τοῦ δεδρακότος κύριος οὔτ᾽ ἄλλος οὐδεὶς πλὴν ὁ νόμος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.