Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
ἐδόκει δίκαια λέγειν ὑμῖν ἅπασιν. ἀναπηδήσας Ἀνδροτίων καὶ Γλαυκέτης καὶ Μελάνωπος (καὶ ταυτὶ σκοπεῖτ᾽ ἂν ἀληθῆ λέγω) ἐβόων, ἠγανάκτουν, ἐλοιδοροῦντο, ἀπέλυον τοὺς τριηράρχους, ἔχειν ὡμολόγουν, παρ᾽ ἑαυτοῖς ζητεῖν ἠξίουν τὰ χρήματα. ταῦτ᾽ ἀκουσάντων ὑμῶν, ἐπειδή ποτ᾽ ἐπαύσανθ᾽ οὗτοι βοῶντες, ἔδωκε γνώμην Εὐκτήμων ὡς δυνατὸν δικαιοτάτην, ὑμᾶς μὲν εἰσπράττειν τοὺς τριηράρχους, ἐκείνοις δ᾽ εἶναι περὶ αὐτῶν εἰς τοὺς ἔχοντας ἀναφοράν: ἐὰν δ᾽ ἀμφισβητῆταί τι, ποιεῖν διαδικασίαν, τὸν δ᾽ ἡττηθέντα, τοῦτον ὀφείλειν τῇ πόλει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.