Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[173]
τίνος οὖν ἕνεκ᾽, ὦ Τιμόκρατες καὶ Ἀνδροτίων, ἐτῶν ὄντων πλειόνων ἢ τριάκοντ᾽ ἀφ᾽ οὗ ὅ γ᾽ ἕτερος ὑμῶν πολιτεύεται, καὶ ἐν τούτῳ τῷ χρόνῳ πολλῶν μὲν στρατηγῶν ἠδικηκότων τὴν πόλιν, πολλῶν δὲ ῥητόρων, οἳ παρὰ τουτοισὶ κέκρινται, ὧν οἱ μὲν τεθνᾶσιν ἐφ᾽ οἷς ἠδίκουν, οἱ δ᾽ ὑποχωρήσαντες ᾤχοντο καταγνόντες αὑτῶν, οὐδενὸς πώποτε τούτων ἐξητάσθη κατήγορος ὑμῶν οὐδέτερος, οὐδ᾽ ἀγανακτῶν ὤφθη ὑπὲρ ὧν ἡ πόλις πάσχει, ἀλλ᾽ ἐνταῦθ᾽ ἐφάνηθ᾽ ἡμῶν κηδόμενοι οὗ πολλοὺς ἔδει κακῶς ποιῆσαι;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.