Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[29]
νὴ Δί᾽, ἀλλ᾽ ἐκποδών ἐστιν ἅνθρωπος. διά γ᾽ ὑμᾶς, ἵνα τάς τε μαρτυρίας τὰς ἡμετέρας λίπῃ, καὶ νῦν ὑμεῖς ὅ τι ἂν βούλησθε λέγητε κατ᾽ αὐτοῦ. εἰ γὰρ μὴ δι᾽ ὑμῶν ἔρημος ἐγίγνεθ᾽ ἡ δίκη, ἅμ᾽ ἂν αὐτὸν προσεκαλοῦ καὶ κατηγγύας πρὸς τὸν πολέμαρχον, καὶ εἰ μὲν κατέστησέ σοι τοὺς ἐγγυητάς, μένειν ἠναγκάζετ᾽ ἄν, ἢ σὺ παρ᾽ ὧν λήψει δίκην ἑτοίμους εἶχες, εἰ δὲ μὴ κατέστησεν, εἰς τὸ οἴκημ᾽ ἂν ᾔει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.