previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

18. τέλος δὲ τῶν περὶ τὸν Εὐρυβιάδην καὶ Θεμιστοκλέα διαταξάντων τὰς δυνάμεις, τὸ μὲν εὐώνυμον μέρος ἐπεῖχον Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, πρὸς τὸ τῶν Φοινίκων ναυτικὸν ἀντιταχθησόμενοι: μεγάλην γὰρ οἱ Φοίνικες ὑπεροχὴν εἶχον διά τε τὸ πλῆθος καὶ διὰ τὴν ἐκ προγόνων ἐν τοῖς ναυτικοῖς ἔργοις ἐμπειρίαν: [2] Αἰγινῆται δὲ καὶ Μεγαρεῖς τὸ δεξιὸν κέρας ἀνεπλήρουν: οὗτοι γὰρ ἐδόκουν εἶναι ναυτικώτατοι μετὰ τοὺς Ἀθηναίους καὶ μάλιστα φιλοτιμήσεσθαι διὰ τὸ μόνους τῶν Ἑλλήνων μηδεμίαν ἔχειν καταφυγήν, εἴ τι συμβαίη πταῖσμα κατὰ τὴν ναυμαχίαν: τὴν δὲ μέσην τάξιν ἐπεῖχε τὸ λοιπὸν τῶν Ἑλλήνων πλῆθος. οὗτοι μὲν οὖν τοῦτον τὸν τρόπον συνταχθέντες ἐξέπλευσαν, καὶ τὸν πόρον μεταξὺ Σαλαμῖνος καὶ Ἡρακλείου κατεῖχον: [3] δὲ βασιλεὺς τῷ μὲν ναυάρχῳ προσέταξεν ἐπιπλεῖν τοῖς πολεμίοις, αὐτὸς δ᾽ εἰς τὸν ἐναντίον τόπον τῆς Σαλαμῖνος παρῆλθεν, ἐξ οὗ θεωρεῖν ἦν τὴν ναυμαχίαν γινομένην. [4] οἱ δὲ Πέρσαι τὸ μὲν πρῶτον πλέοντες διετήρουν τὴν τάξιν, ἔχοντες πολλὴν εὐρυχωρίαν: ὡς δ᾽ εἰς τὸ στενὸν ἦλθον, ἠναγκάζοντο τῶν νεῶν τινας ἀπὸ τῆς τάξεως ἀποσπᾶν, καὶ πολὺν ἐποίουν θόρυβον. [5] δὲ ναύαρχος προηγούμενος τῆς τάξεως καὶ πρῶτος συνάψας μάχην διεφθάρη λαμπρῶς ἀγωνισάμενος. τῆς δὲ νεὼς βυθισθείσης, ταραχὴ κατέσχε τὸ ναυτικὸν τῶν βαρβάρων: πολλοὶ μὲν γὰρ ἦσαν οἱ προστάττοντες, οὐ ταὐτὰ δ᾽ ἕκαστος παρήγγελλε. διὸ καὶ τοῦ πλεῖν εἰς τοὔμπροσθεν ἐπέσχον, ἀνακωχεύοντες δ᾽ ἀνεχώρουν εἰς τὴν εὐρυχωρίαν. [6] οἱ δὲ Ἀθηναῖοι θεωροῦντες τὴν ταραχὴν τῶν βαρβάρων ἐπέπλεον τοῖς πολεμίοις, καὶ τὰς μὲν τοῖς ἐμβόλοις ἔτυπτον, ὧν δὲ τοὺς ταρσοὺς παρέσυρον: τῆς δ᾽ εἰρεσίας οὐχ ὑπηρετούσης, πολλαὶ τῶν Περσῶν τριήρεις πλάγιαι γινόμεναι ταῖς ἐμβολαῖς πυκνῶς κατετιτρώσκοντο. διὸ καὶ πρύμναν μὲν ἀνακρούεσθαι κατέπαυσαν, εἰς τοὐπίσω δὲ πλέουσαι προτροπάδην ἔφευγον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: