previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

61.

μετὰ δὲ ταῦτα μὲν Κίμων οὐκ ἀρκεσθεὶς τηλικαύτῃ νίκῃ παραχρῆμα παντὶ τῷ στόλῳ προσκατῆρεν ἐπὶ τὸ πεζὸν τῶν Περσῶν στρατόπεδον, οὔσης τῆς παρεμβολῆς παρὰ τὸν Εὐρυμέδοντα ποταμόν. βουλόμενος δὲ καταστρατηγῆσαι τοὺς βαρβάρους, ἐνεβίβασεν εἰς τὰς αἰχμαλωτίδας ναῦς τῶν ἰδίων τοὺς ἀρίστους, δοὺς τιάρας καὶ τὴν ἄλλην κατασκευὴν περιθεὶς Περσικήν. [2] οἱ δὲ βάρβαροι προσπλέοντος ἄρτι τοῦ στόλου ταῖς Περσικαῖς ναυσὶ καὶ παρασκευαῖς ψευσθέντες ὑπέλαβον τὰς ἰδίας τριήρεις εἶναι. διόπερ οὗτοι μὲν προσεδέξαντο τοὺς Ἀθηναίους ὡς φίλους ὄντας, δὲ Κίμων ἤδη νυκτὸς ἐπιγενομένης ἐκβιβάσας τοὺς στρατιώτας, καὶ προσδεχθεὶς ὡς φίλος ὑπ᾽ αὐτῶν, εἰσέπεσεν εἰς τὴν στρατοπεδείαν τῶν βαρβάρων. [3] ταραχῆς δὲ μεγάλης γενομένης παρὰ τοῖς Πέρσαις, οἱ μὲν περὶ τὸν Κίμωνα πάντας τοὺς ἐντυγχάνοντας ἔκτειναν, καὶ τὸν μὲν στρατηγὸν τῶν βαρβάρων τὸν ἕτερον Φερενδάτην, ἀδελφιδοῦν τοῦ βασιλέως, ἐν τῇ σκηνῇ καταλαβόντες ἐφόνευσαν, τῶν δ᾽ ἄλλων οὓς μὲν ἔκτεινον, οὓς δὲ κατετραυμάτιζον, πάντας δὲ διὰ τὸ παράδοξον τῆς ἐπιθέσεως φεύγειν ἠνάγκασαν, καθόλου δ᾽ ἔκπληξις ἅμα καὶ ἄγνοια τοιαύτη κατεῖχε τοὺς Πέρσας, ὥσθ᾽ οἱ πλείους τοὺς ἐπιτιθεμένους αὐτοῖς οἵτινες ἦσαν οὐκ ἐγίνωσκον. [4] τοὺς μὲν γὰρ Ἕλληνας οὐχ ὑπελάμβανον ἥκειν πρὸς αὐτοὺς μετὰ δυνάμεως, τὸ σύνολον μηδ᾽ ἔχειν αὐτοὺς πεζὴν στρατιὰν πεπεισμένοι: τοὺς δὲ Πισίδας, ὄντας ὁμόρους καὶ τὰ πρὸς αὐτοὺς ἀλλοτρίως ἔχοντας, ὑπελάμβανον ἥκειν μετὰ δυνάμεως. διὸ καὶ νομίσαντες ἀπὸ τῆς ἠπείρου τὴν ἐπιφορὰν εἶναι τῶν πολεμίων, πρὸς τὰς ναῦς ὡς πρὸς φιλίας ἔφευγον. [5] τῆς δὲ νυκτὸς οὔσης ἀσελήνου καὶ σκοτεινῆς συνέβαινε τὴν ἄγνοιαν πολὺ μᾶλλον αὔξεσθαι καὶ μηδένα τἀληθὲς δύνασθαι ἰδεῖν. [6] διὸ καὶ πολλοῦ φόνου γενομένου διὰ τὴν ἀταξίαν τῶν βαρβάρων, μὲν Κίμων προειρηκὼς τοῖς στρατιώταις πρὸς τὸν ἀρθησόμενον πυρσὸν συντρέχειν, ἦρε πρὸς ταῖς ναυσὶ σύσσημον, εὐλαβούμενος μὴ διεσπαρμένων τῶν στρατιωτῶν καὶ πρὸς ἁρπαγὴν ὁρμησάντων γένηταί τι παράλογον. [7] πάντων δὲ πρὸς τὸν πυρσὸν ἀθροισθέντων καὶ παυσαμένων τῆς ἁρπαγῆς, τότε μὲν εἰς τὰς ναῦς ἀπεχώρησαν, τῇ δ᾽ ὑστεραίᾳ τρόπαιον στήσαντες ἀπέπλευσαν εἰς τὴν Κύπρον, νενικηκότες δύο καλλίστας νίκας, τὴν μὲν κατὰ γῆν, τὴν δὲ κατὰ θάλατταν: οὐδέπω γὰρ μνημονεύονται τοιαῦται καὶ τηλικαῦται πράξεις γενέσθαι κατὰ τὴν αὐτὴν ἡμέραν καὶ ναυτικῷ καὶ πεζῷ στρατοπέδῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (2 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), EURY´MEDON
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: