previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

60.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησι Στρατοκλέους ἐν Ῥώμῃ ἀντὶ τῶν ὑπάντων χιλίαρχοι τρεῖς κατεστάθησαν, Λεύκιος Φούριος, Σπόριος Πινάριος καὶ Γάιος Μέτελλος. ἐπὶ δὲ τούτων Ἀθηναῖοι μὲν Δημοσθένη προχειρισάμενοι στρατηγὸν μετὰ νεῶν τριάκοντα καὶ στρατιωτῶν ἱκανῶν ἐξαπέστειλαν. οὗτος δὲ προσλαβόμενος παρὰ τῶν Κερκυραίων τριήρεις πεντεκαίδεκα καὶ παρὰ τῶν Κεφαλλήνων καὶ Ἀκαρνάνων καὶ Μεσσηνίων τῶν ἐν Ναυπάκτῳ στρατιώτας ἔπλευσεν ἐπὶ τὴν Λευκάδα. δῃώσας δὲ τὴν χώραν τῶν Λευκαδίων ἀπέπλευσεν ἐπὶ τὴν Αἰτωλίαν καὶ πολλὰς αὐτῶν κώμας ἐπόρθησε. τῶν δὲ Αἰτωλῶν συστραφέντων ἐπ᾽ αὐτὸν ἐγένετο μάχη, καθ᾽ ἣν Ἀθηναῖοι λειφθέντες εἰς Ναύπακτον ἀπεχώρησαν. [2] οἱ δὲ Αἰτωλοὶ διὰ τὴν νίκην ἐπαρθέντες, καὶ προσλαβόμενοι Λακεδαιμονίων τρισχιλίους στρατιώτας, στρατεύσαντες ἐπὶ Ναύπακτον, κατοικούντων ἐν αὐτῇ τότε Μεσσηνίων, ἀπεκρούσθησαν. [3] μετὰ δὲ ταῦτα στρατεύσαντες ἐπὶ τὴν ὀνομαζομένην Μολυκρίαν εἷλον τὴν πόλιν. δὲ τῶν Ἀθηναίων στρατηγὸς Δημοσθένης εὐλαβούμενος μὴ καὶ τὴν Ναύπακτον ἐκπολιορκήσωσι, χιλίους ὁπλίτας ἐξ Ἀκαρνανίας μεταπεμψάμενος ἀπέστειλεν εἰς τὴν Ναύπακτον. [4] Δημοσθένης δὲ περὶ τὴν Ἀκαρνανίαν διατρίβων περιέτυχεν Ἀμπρακιώταις χιλίοις στρατοπεδεύουσι, πρὸς οὓς συνάψας μάχην σχεδὸν πάντας ἀνεῖλε. τῶν δ᾽ ἐκ τῆς Ἀμπρακίας ἐπεξελθόντων πανδημεί, πάλιν Δημοσθένης τοὺς πλείους αὐτῶν ἀπέκτεινεν, ὥστε τὴν πόλιν σχεδὸν ἔρημον γενέσθαι. [5] μὲν οὖν Δημοσθένης ᾤετο δεῖν ἐκπολιορκῆσαι τὴν Ἀμπρακίαν, ἐλπίζων διὰ τὴν ἐρημίαν τῶν ἀμυνομένων ῥᾳδίως αὐτὴν αἱρήσειν. οἱ δ᾽ Ἀκαρνᾶνες φοβούμενοι μὴ τῆς πόλεως Ἀθηναῖοι κυριεύσαντες βαρύτεροι πάροικοι γένωνται τῶν Ἀμπρακιωτῶν, οὐκ ἔφασαν ἀκολουθεῖν. [6] στασιαζόντων δ᾽ αὐτῶν, οἱ μὲν Ἀκαρνᾶνες διαλυσάμενοι τοῖς Ἀμπρακιώταις συνέθεντο τὴν εἰρήνην εἰς ἔτη ἑκατόν, Δημοσθένης δ᾽ ἐγκαταλειφθεὶς ὑπὸ τῶν Ἀκαρνάνων ἀπέπλευσε σὺν ταῖς εἴκοσι ναυσὶν εἰς Ἀθήνας. Ἀμπρακιῶται δὲ μεγάλῃ συμφορᾷ περιπεπτωκότες παρὰ τῶν Λακεδαιμονίων φρουρὰν μετεπέμψαντο, φοβούμενοι τοὺς Ἀθηναίους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (4 total)
  • Commentary references to this page (1):
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 9.75
  • Cross-references to this page (2):
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: