previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

22. οἱ γὰρ ὑποτεταγμένοι τοὺς μὲν φόβῳ κατισχύοντας καιροτηρήσαντες ἀμύνονται διὰ τὸ μῖσος, τοὺς δὲ φιλανθρώπως ἀφηγουμένους βεβαίως ἀγαπῶντες ἀεὶ συναύξουσι τὴν ἡγεμονίαν. τί καθεῖλε τὴν Μήδων ἀρχήν; πρὸς τοὺς ταπεινοτέρους ὠμότης. [2] ἀποστάντων γὰρ Περσῶν καὶ τὰ πλεῖστα τῶν ἐθνῶν συνεπέθετο. πῶς γὰρ Κῦρος ἐξ ἰδιώτου τῆς Ἀσίας ὅλης ἐβασίλευσε; τῇ πρὸς τοὺς κρατηθέντας εὐγνωμοσύνῃ. Κροῖσον γὰρ τὸν βασιλέα λαβὼν αἰχμάλωτον οὐχ ὅπως ἠδίκησεν, ἀλλὰ καὶ προσευηργέτησεν: παραπλησίως δὲ καὶ τοῖς ἄλλοις βασιλεῦσί τε καὶ δήμοις προσηνέχθη. [3] τοιγαροῦν διαδοθείσης εἰς πάντα τόπον τῆς ἡμερότητος ἅπαντες οἱ κατὰ τὴν Ἀσίαν ἀλλήλους φθάνοντες εἰς τὴν τοῦ βασιλέως συμμαχίαν παρεγίνοντο. [4] τί λέγω τὰ μακρὰν καὶ τόποις καὶ χρόνοις ἀφεστηκότα; κατὰ γὰρ τὴν ἡμετέραν πόλιν οὐ πάλαι Γέλων ἐξ ἰδιώτου τῆς Σικελίας ὅλης ἡγεμὼν ἐγένετο, τῶν πόλεων ἑκουσίως εἰς τὴν ἐξουσίαν ἐκείνου παραγενομένων: προσεκαλεῖτο γὰρ τἀνδρὸς ἐπιείκεια πάντας ἀνθρώπους, τὴν εἰς τοὺς ἠτυχηκότας συγγνώμην προσλαβοῦσα. [5] ἀπ᾽ ἐκείνων οὖν τῶν χρόνων τῆς κατὰ Σικελίαν ἡγεμονίας ἀντιποιουμένης τῆς πόλεως, μὴ καταρρίψωμεν τὸν ὑπὲρ τῶν προγόνων ἔπαινον, μηδ᾽ ἑαυτοὺς θηριώδεις καὶ ἀπαραιτήτους πρὸς ἀνθρωπίνην ἀτυχίαν παράσχωμεν. οὐ γὰρ προσήκει δοῦναι τῷ φθόνῳ καθ᾽ ἡμῶν ἀφορμὴν εἰπεῖν, ὡς ἀναξίως εὐτυχοῦμεν: καλὸν γὰρ καὶ τὸ τῆς τύχης ἀντιπραττούσης ἔχειν τοὺς συναλγήσοντας καὶ πάλιν ἐν τοῖς κατορθώμασι τοὺς ἡδομένους. [6] τὰ μὲν οὖν ἐν τοῖς ὅπλοις πλεονεκτήματα τύχῃ καὶ καιρῷ κρίνεται πολλάκις, δ᾽ ἐν ταῖς εὐπραξίαις ἡμερότης ἴδιόν ἐστι σημεῖον τῆς τῶν εὐτυχούντων ἀρετῆς. διὸ μὴ φθονήσητε τῇ πατρίδι περιβόητον γενέσθαι παρὰ πᾶσιν ἀνθρώποις, ὅτι τοὺς Ἀθηναίους ἐνίκησεν οὐ μόνον τοῖς ὅπλοις, ἀλλὰ καὶ τῇ φιλανθρωπίᾳ. [7] φανήσονται γὰρ οἱ τῶν ἄλλων ὑπερέχειν ἡμερότητι σεμνυνόμενοι τῇ παρ᾽ ἡμῶν εὐγνωμοσύνῃ πολυωρούμενοι, καὶ οἱ πρῶτοι βωμὸν ἐλέου καθιδρυσάμενοι τοῦτον ἐν τῇ πόλει τῶν Συρακοσίων εὑρήσουσιν. [8] ἐξ ὧν πᾶσιν ἔσται φανερόν, ὡς ἐκεῖνοι μὲν δικαίως ἐσφάλησαν, ἡμεῖς δ᾽ ἀξίως ηὐτυχήσαμεν, εἴπερ οἱ μὲν τοιούτους ἀδικεῖν ἐπεχείρησαν οἳ καὶ πρὸς τοὺς ἐχθροὺς εὐγνωμόνησαν, ἡμεῖς δὲ τοιούτους ἐνικήσαμεν οἳ καὶ τοῖς πολεμιωτάτοις μερίζουσι τὸν ἔλεον ἐτόλμησαν ἐπιβουλεῦσαι: ὥστε μὴ μόνον ὑπὸ τῶν ἄλλων κατηγορίας τυγχάνειν τοὺς Ἀθηναίους, ἀλλὰ καὶ αὐτοὺς ἑαυτῶν καταγινώσκειν, εἰ τοιούτους ἄνδρας ἀδικεῖν ἐνεχείρησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: