previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

58. θεωροῦντες δὲ τὴν τοῦ βίου μεταβολὴν οἱ τοῖς Καρχηδονίοις Ἕλληνες συμμαχοῦντες ἠλέουν τὴν τῶν ἀκληρούντων τύχην. αἱ μὲν γυναῖκες ἐστερημέναι τῆς συνήθους τρυφῆς ἐν πολεμίων ὕβρει διενυκτέρευον, ὑπομένουσαι δεινὰς ταλαιπωρίας: ὧν ἔνιαι θυγατέρας ἐπιγάμους ὁρᾶν ἠναγκάζοντο πασχούσας οὐκ οἰκεῖα τῆς ἡλικίας. [2] γὰρ βαρβάρων ὠμότης οὔτε παίδων ἐλευθέρων οὔτε παρθένων φειδομένη δεινὰς τοῖς ἠτυχηκόσι παρίστα συμφοράς. διόπερ αἱ γυναῖκες ἀναλογιζόμεναι μὲν τὴν ἐν τῇ Λιβύῃ μέλλουσαν αὑταῖς ἔσεσθαι δουλείαν, θεωροῦσαι δ᾽ αὑτὰς ἅμα τοῖς τέκνοις ἐν ἀτιμίᾳ καὶ προπηλακισμῷ δεσποτῶν ἀναγκαζομένας ὑπακούειν, τούτους δ᾽ ὁρῶσαι ἀσύνετον μὲν τὴν φωνήν, θηριώδη δὲ τὸν τρόπον ἔχοντας, τὰ μὲν ζῶντα τῶν τέκνων ἐπένθουν, καὶ καθ᾽ ἕκαστον τῶν εἰς ταῦτα παρανομημάτων οἱονεὶ νυγμοὺς εἰς τὴν ψυχὴν λαμβάνουσαι περιπαθεῖς ἐγίνοντο καὶ πολλὰ τὴν ἑαυτῶν τύχην κατωδύροντο: τοὺς δὲ πατέρας, ἔτι δὲ ἀδελφούς, οἳ διαγωνιζόμενοι περὶ τῆς πατρίδος ἐτετελευτήκεισαν, ἐμακάριζον, οὐθὲν ἀνάξιον ἑωρακότας τῆς ἰδίας ἀρετῆς. [3] οἱ δὲ τὴν αἰχμαλωσίαν διαφυγόντες Σελινούντιοι, τὸν ἀριθμὸν ὄντες ἑξακόσιοι πρὸς τοῖς δισχιλίοις, διεσώθησαν εἰς Ἀκράγαντα καὶ πάντων ἔτυχον τῶν φιλανθρώπων: οἱ γὰρ Ἀκραγαντῖνοι σιτομετρήσαντες αὐτοῖς δημοσίᾳ διέδωκαν κατὰ τὰς οἰκίας, παρακελευσάμενοι τοῖς ἰδιώταις καὶ αὐτοῖς προθύμοις οὖσι χορηγεῖν τὰ πρὸς τὸ ζῆν ἅπαντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: