previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

76.

τῶν δὲ κατὰ τὸν ἐνιαυτὸν τοῦτον πράξεων τέλος ἐχουσῶν Ἀθήνησι μὲν Ἀντιγένης τὴν ἀρχὴν παρέλαβε, Ῥωμαῖοι δ᾽ ὑπάτους κατέστησαν Γάιον Μάνιον Αἰμίλιον καὶ Γάιον Οὐαλέριον. περὶ δὲ τούτους τοὺς χρόνους Κόνων τῶν Ἀθηναίων στρατηγός, ἐπειδὴ παρέλαβε τὰς δυνάμεις ἐν Σάμῳ, τάς τε παρούσας τῶν νεῶν ἐξηρτύετο καὶ τὰς παρὰτῶν συμμάχων ἤθροιζε, σπεύδων ἐφάμιλλον κατασκευάσαι τὸν στόλον ταῖς τῶν πολεμίων ναυσίν. [2] οἱ δὲ Σπαρτιᾶται, τῷ Λυσάνδρῳ διεληλυθότος ἤδη τοῦ τῆς ναυαρχίας χρόνου, Καλλικρατίδην ἐπὶ τὴν διαδοχὴν ἀπέστειλαν. οὗτος δὲ νέος μὲν ἦν παντελῶς, ἄκακος δὲ καὶ τὴν ψυχὴν ἁπλοῦς, οὔπω τῶν ξενικῶν ἠθῶν πεπειραμένος, δικαιότατος δὲ Σπαρτιατῶν: ὁμολογουμένως δὲ καὶ κατὰ τὴν ἀρχὴν οὐδὲν ἔπραξεν ἄδικον οὔτ᾽ εἰς πόλιν οὔτ᾽ εἰς ἰδιώτην, ἀλλὰ καὶ τοῖς ἐπιχειροῦσιν αὐτὸν διαφθείρειν χρήμασι χαλεπῶς ἔφερε καὶ δίκην παρ᾽ αὐτῶν ἐλάμβανεν. [3] οὗτος καταπλεύσας εἰς Ἔφεσον παρέλαβε τὰς ναῦς, μεταπεμψάμενος δὲ καὶ τὰς παρὰ τῶν συμμάχων ναῦς τὰς πάσας σὺν ταῖς παρὰ Λυσάνδρου παρέλαβεν ἑκατὸν τεσσαράκοντα. ἐν δὲ τῇ Χίων χώρᾳ Δελφίνιον κατεχόντων Ἀθηναίων, ἐπὶ τούτους ἔπλευσε μετὰ πασῶν τῶν νεῶν, καὶ πολιορκεῖν ἐπεχείρησεν. [4] οἱ δ᾽ Ἀθηναῖοι περὶ πεντακοσίους ὄντες κατεπλάγησαν τὸ μέγεθος τῆς δυνάμεως, καὶ διεξελθόντες ἐξέλιπον τὸ χωρίον ὑπόσπονδοι. Καλλικρατίδας δὲ τὸ μὲν φρούριον παραλαβὼν κατέσκαψεν, ἐπὶ δὲ Τηίους πλεύσας, καὶ νυκτὸς παρεισπεσὼν ἐντὸς τῶν τειχῶν, διήρπασε τὴν πόλιν. [5] μετὰ δὲ ταῦτα πλεύσας εἰς Λέσβον, τῇ Μηθύμνῃ προσέβαλε μετὰ τῆς δυνάμεως παρ᾽ Ἀθηναίων ἐχούσῃ φρουράν. ποιησάμενος δὲ συνεχεῖς προσβολὰς ἐν ἀρχῇ μὲν οὐδὲν ἤνυε, μετ᾽ ὀλίγον δέ τινων ἐνδόντων αὐτῷ τὴν πόλιν παρεισέπεσεν ἐντὸς τῶν τειχῶν, καὶ τὰς μὲν κτήσεις διήρπασε, τῶν δ᾽ ἀνδρῶν φεισάμενος ἀπέδωκε τοῖς Μηθυμναίοις τὴν πόλιν. [6] τούτων δὲ πραχθέντων ἐπὶ τὴν Μιτυλήνην ὥρμησε, καὶ τοὺς μὲν ὁπλίτας Θώρακι τῷ Λακεδαιμονίῳ παραδοὺς ἐκέλευσε πεζῇ κατὰ σπουδὴν ἐπείγεσθαι, ταῖς δὲ ναυσὶν αὐτὸς παρέπλευσεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: