previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1.

παρ᾽ ὅλην τὴν πραγματείαν εἰωθότες χρῆσθαι τῇ συνήθει τῆς ἱστορίας παρρησίᾳ, καὶ τοῖς μὲν ἀγαθοῖς ἀνδράσιν ἐπὶ τῶν καλῶν ἔργων τὸν δίκαιον ἐπιλέγειν ἔπαινον, τοὺς δὲ φαύλους, ὅταν ἐξαμαρτάνωσιν, ἀξιοῦν δικαίας ἐπιτιμήσεως, διὰ τοῦ τοιούτου τρόπου νομίζομεν τοὺς μὲν εὖ πεφυκότας πρὸς ἀρετὴν τῷ διὰ τῆς δόξης ἀθανατισμῷ προτρέψεσθαι ταῖς καλλίσταις ἐγχειρεῖν πράξεσι, τοὺς δὲ τὴν ἐναντίαν ἔχοντας διάθεσιν ταῖς ἁρμοττούσαις βλασφημίαις ἀποτρέψειν τῆς ἐπὶ τὴν κακίαν ὁρμῆς. [2] διὸ καὶ τῇ γραφῇ παρόντες ἐπ᾽ ἐκείνους τοὺς χρόνους, ἐν οἷς Λακεδαιμόνιοι περὶ Λεῦκτρα παραδόξως ἡττηθέντες μεγάλῃ περιέπεσον συμφορᾷ, καὶ πάλιν περὶ Μαντίνειαν πταίσαντες ἀνελπίστως ἀπέβαλον τὴν τῶν Ἑλλήνων ἡγεμονίαν, ἡγούμεθα δεῖν τὴν ὑπόστασιν τῆς γραφῆς διαφυλάττειν καὶ τὴν ἁρμόττουσαν ἐπιτίμησιν τοῖς Λακεδαιμονίοις ποιήσασθαι. [3] τίς γὰρ ἂν οὐχ ἡγήσαιτο κατηγορίας αὐτοὺς ἀξίους ὑπάρχειν, οἵτινες παρὰ τῶν προγόνων παραλαβόντες ἡγεμονίαν κάλλιστα τεθεμελιωμένην, καὶ ταύτην διὰ τὴν ἀρετὴν τῶν προγόνων διαφυλαχθεῖσαν ἔτη πλείω τῶν πεντακοσίων, οἱ τότε Λακεδαιμόνιοι διὰ τὴν ἑαυτῶν ἀβουλίαν καταλυθεῖσαν ἐπεῖδον, οὐκ ἀλόγως. οἱ μὲν γὰρ πρὸ αὐτῶν βεβιωκότες πολλοῖς πόνοις καὶ μεγάλοις κινδύνοις τὴν τηλικαύτην κατεκτήσαντο δόξαν, ἐπιεικῶς καὶ φιλανθρώπως προσφερόμενοι τοῖς ὑποτεταγμένοις: οἱ δὲ μεταγενέστεροι βιαίως καὶ χαλεπῶς χρώμενοι τοῖς συμμάχοις, ἔτι δὲ πολέμους ἀδίκους καὶ ὑπερηφάνους ἐνιστάμενοι πρὸς τοὺς Ἕλληνας, οὐκ ἀλόγως ἀπέβαλον τὴν ἀρχὴν διὰ τὰς ἰδίας ἀβουλίας. [4] ἐν γὰρ ταῖς συμφοραῖς αὐτῶν τὸ μῖσος τῶν ἀδικουμένων ἔλαβε καιρὸν ἀμύνασθαι τοὺς προηδικηκότας, καὶ τοῖς ἐκ προγόνων ἀνικήτοις γεγονόσι τοσαύτη καταφρόνησις ἐπηκολούθησεν, ὅσην εἰκός ἐστι γενέσθαι κατὰ τῶν ἀναιρούντων τὰς τῶν προγόνων ἀρετάς. [5] τοιγαροῦν Θηβαῖοι μὲν οἱ πρότερον ἐπὶ πολλὰς γενεὰς τοῖς κρείττοσιν ὑποτεταγμένοι, τότε τούτους ἀνελπίστως νικήσαντες ἡγεμόνες κατέστησαν τῶν Ἑλλήνων, Λακεδαιμόνιοι δὲ μετὰ τὴν ἀφαίρεσιν τῆς ἡγεμονίας οὐδέποτ᾽ ἐδυνήθησαν ἀναλαβεῖν τὸ τῶν προγόνων ἀξίωμα. [6] ἡμεῖς δὲ τούτοις ἀρκούντως ἐπιτετιμηκότες ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας μεταβησόμεθα προδιορίσαντες τοὺς οἰκείους τῇ γραφῇ χρόνους. μὲν οὖν πρὸ ταύτης βύβλος, οὖσα τῆς ὅλης συντάξεως τεσσαρεσκαιδεκάτη, τὸ τέλος ἔσχε τῶν πράξεων εἰς τὸν Ῥηγίνων ἀνδραποδισμὸν ὑπὸ Διονυσίου καὶ τὴν ἅλωσιν τῆς Ῥώμης ὑπὸ Γαλατῶν, ἥτις ἐγένετο κατὰ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Περσῶν στρατείας εἰς Κύπρον ἐπ᾽ Εὐαγόραν τὸν βασιλέα: ἐν ταύτῃ δὲ τὴν ἀρχὴν ἀπὸ τούτου τοῦ πολέμου ποιησάμενοι καταλήξομεν ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Φιλίππου τοῦ Ἀμύντου βασιλείας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: