previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

24.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησι Νίκωνος Ῥωμαῖοι χιλιάρχους ἓξ ἀντὶ τῶν ὑπάτων κατέστησαν, Λεύκιον Παπίριον, Γάιον Σερουίλιον, Λεύκιον Κοΐνκτιον, Λεύκιον Κορνήλιον, Λεύκιον Οὐαλέριον Αὖλον Μάλλιον. ἐπὶ δὲ τούτων Καρχηδόνιοι στρατεύσαντες εἰς τὴν Ἰταλίαν τοῖς μὲν Ἱππωνιάταις ἐκπεπτωκόσιν ἐκ τῆς πατρίδος ἀποκατέστησαν τὴν πόλιν, καὶ πάντας τοὺς πεφευγότας συναγαγόντες πολλὴν ἐπιμέλειαν αὐτῶν ἐποιήσαντο. [2] μετὰ δὲ ταῦτα λοιμικῆς νόσου τοῖς κατοικοῦσι τὴν Καρχηδόνα γενομένης, καὶ τῆς νόσου πολλὴν ἐπίτασιν ἐχούσης, πολλοὶ τῶν Καρχηδονίων διεφθάρησαν, καὶ τὴν ἡγεμονίαν ἐκινδύνευσαν ἀποβαλεῖν: οἵ τε γὰρ Λίβυες καταφρονήσαντες αὐτῶν ἀπέστησαν, οἵ τε τὴν Σαρδόνα κατοικοῦντες, νομίσαντες ἔχειν καιρὸν κατὰ τῶν Καρχηδονίων, ἀπέστησαν ἀπ᾽ αὐτῶν καὶ συμφρονήσαντες ἐπέθεντο τοῖς Καρχηδονίοις. [3] ἐγένετο δὲ περὶ τὸν αὐτὸν καιρὸν θεόπεμπτός τις ἀτυχία κατὰ τὴν Καρχηδόνα. ταραχαὶ γὰρ καὶ φόβοι καὶ πανικοὶ θόρυβοι συνεχεῖς ἐγίνοντο κατὰ τὴν πόλιν παράδοξοι, καὶ πολλοὶ μὲν μετὰ τῶν ὅπλων ἐξεπήδων ἐκ τῶν οἰκιῶν, ὡς πολεμίων εἰσπεπτωκότων εἰς τὴν πόλιν, καὶ πρὸς ἀλλήλους ὡς πολεμίους διαπολεμοῦντες, οὓς μὲν ἀνῄρουν, οὓς δὲ κατετραυμάτιζον. τέλος δὲ θυσίαις τὸ θεῖον ἐξιλασάμενοι καὶ μόγις τῶν κακῶν ἀπαλλαγέντες, ταχὺ καὶ τοὺς Λίβυας κατεπολέμησαν καὶ τὴν νῆσον ἀνεκτήσαντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: