previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

56. ἀναρχίας δὲ γενομένης περὶ τὸ κέρας, οἱ μὲν περὶ τὸν Ἐπαμεινώνδαν βαρεῖς ἐγκείμενοι τοῖς Λακεδαιμονίοις τὸ μὲν πρῶτον τῇ βίᾳ βραχὺ προέωσαν ἐκ τῆς τάξεως τοὺς πολεμίους, οἱ δὲ Λακεδαιμόνιοι περὶ τοῦ βασιλέως ἀγωνισάμενοι λαμπρῶς τοῦ μὲν σώματος ἐγκρατεῖς ἐγένοντο, τῆς δὲ νίκης οὐκ ἴσχυσαν ἐφικέσθαι. [2] καὶ τῶν γὰρ ἐπιλέκτων ὑπερβαλλομένων ταῖς ἀνδραγαθίαις, καὶ τῆς ἀρετῆς καὶ παρακλήσεως Ἐπαμεινώνδου πολλὰ συμβαλλομένης, μόγις ἐβιάσθησαν οἱ Λακεδαιμόνιοι: τὸ μὲν πρῶτον ἀναχωροῦντες τὴν τάξιν οὐ διέλυον, τὸ δὲ τελευταῖον πολλῶν ἀναιρουμένων, τοῦ δὲ παραγγέλλοντος ἡγεμόνος τετελευτηκότος, ἐγένετο παντελὴς τροπὴ τοῦ στρατοπέδου. [3] οἱ δὲ περὶ τὸν Ἐπαμινώνδαν ἐπικείμενοι τοῖς φεύγουσι καὶ πολλοὺς τῶν ἐναντίων κατακόψαντες ἀπηνέγκαντο νίκην ἐπιφανεστάτην. συμβαλόντες γὰρ τοῖς ἀρίστοις τῶν Ἑλλήνων, καὶ τοῖς ὀλίγοις τῶν πολλαπλασίων παραδόξως περιγενόμενοι, μεγάλην δόξαν ἐπ᾽ ἀνδρείᾳ κατεκτήσαντο. μεγίστων δ᾽ ἐπαίνων στρατηγὸς Ἐπαμεινώνδας ἠξιώθη, διὰ τῆς ἰδίας ἀνδρείας μάλιστα καὶ στρατηγικῆς συνέσεως τοὺς ἀνικήτους ἡγεμόνας τῆς Ἑλλάδος κατηγωνισμένος. [4] ἔπεσον δ᾽ ἐν τῇ μάχῃ τῶν Λακεδαιμονίων οὐκ ἐλάττους τῶν τετρακισχιλίων, τῶν δὲ Βοιωτῶν περὶ τριακοσίους. μετὰ δὲ ταῦτα περί τε τῆς τῶν νεκρῶν ἀναιρέσεως καὶ τῆς εἰς Πελοπόννησον ἀπαλλαγῆς τῶν Λακεδαιμονίων σπονδὰς ἐποιήσαντο. καὶ τὰ μὲν περὶ τὴν ἐν Λεύκτροις μάχην συμβάντα τοιοῦτον ἔσχε τέλος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: