previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

67.

οἱ δὲ Θηβαῖοι πάντα τὰ προειρημένα συντελέσαντες ἐν ἡμέραις ὀγδοήκοντα καὶ πέντε, καὶ καταλιπόντες φυλακὴν ἀξιόλογον τῆς Μεσσήνης, ἐπανῆλθον εἰς τὴν οἰκείαν. Λακεδαιμόνιοι δὲ παραδόξως ἀποτετριμμένοι τοὺς πολεμίους, ἀπέστειλαν πρεσβευτὰς εἰς τὰς Ἀθήνας τοὺς ἐπιφανεστάτους τῶν Σπαρτιατῶν, καὶ τὰς μὲν ὁμολογίας ἐποιήσαντο περὶ τῆς ἡγεμονίας, ὥστε τῆς μὲν θαλάττης ἄρχειν Ἀθηναίους, τῆς δὲ γῆς τοὺς Λακεδαιμονίους, μετὰ δὲ ταῦτα ἐν ἀμφοτέραις ταῖς πόλεσιν ἐποιήσαντο κοινὰς τὰς ἡγεμονίας. [2] Ἀρκάδες δὲ Λυκομήδην στρατηγὸν προχειρισάμενοι, καὶ παραδόντες αὐτῷ τοὺς ἐπιλέκτους ὀνομαζομένους, ὄντας πεντακισχιλίους, ἐστράτευσαν ἐπὶ Πελλήνην τῆς Λακωνικῆς, καὶ τὴν μὲν πόλιν βίᾳ χειρωσάμενοι τοὺς ἐγκαταλειφθέντας φρουροὺς τῶν Λακεδαιμονίων ἀπέκτειναν, ὄντας πλείους τῶν τριακοσίων, τὴν δὲ πόλιν ἐξανδραποδισάμενοι καὶ τὴν χώραν δῃώσαντες ἐπανῆλθον εἰς τὴν οἰκείαν, φθάσαντες τὴν παρὰ τῶν Λακεδαιμονίων βοήθειαν. [3] Βοιωτοὶ δέ, μεταπεμπομένων αὐτοὺς Θετταλῶν ἐπ᾽ ἐλευθερώσει μὲν τῶν πόλεων, καταλύσει δὲ τῆς Ἀλεξάνδρου τοῦ Φεραίου τυραννίδος ἐξαπέστειλαν Πελοπίδαν μετὰ δυνάμεως εἰς Θετταλίαν, δόντες ἐντολὰς αὐτῷ εἰς τὸ συμφέρον τῶν Βοιωτῶν διοικῆσαι τὰ κατὰ τὴν Θετταλίαν. [4] οὗτος δὲ καταντήσας εἰς Λάρισσαν, καὶ καταλαβὼν τὴν ἀκρόπολιν φρουρουμένην ὑπὸ Ἀλεξάνδρου τοῦ Μακεδόνος, ταύτην μὲν παρέλαβεν, εἰς δὲ τὴν Μακεδονίαν παρελθὼν καὶ συμμαχίαν ποιησάμενος πρὸς Ἀλέξανδρον τὸν τῶν Μακεδόνων βασιλέα, ὅμηρον ἔλαβε παρ᾽ αὐτοῦ τὸν ἀδελφὸν Φίλιππον, ὃν ἐξέπεμψεν εἰς τὰς Θήβας. τὰ δὲ κατὰ τὴν Θετταλίαν διοικησάμενος ὥς ποτ᾽ ἔδοξεν αὐτῷ συμφέρειν τοῖς Βοιωτοῖς, ἐπανῆλθεν εἰς τὴν οἰκείαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: