previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

78.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησι Τιμοκράτους ἐν Ῥώμῃ μὲν ἀντὶ τῶν ὑπάτων χιλίαρχοι τρεῖς κατεστάθησαν, Τίτος Κοΐνκτιος καὶ Σερούιος Κορνήλιος καὶ Σερούιος Σουλπίκιος, Ὀλυμπιὰς δὲ ὑπὸ Πισατῶν καὶ Ἀρκάδων ἤχθη τετάρτη πρὸς ταῖς ἑκατόν, καθ᾽ ἣν ἐνίκα στάδιον Φωκίδης Ἀθηναῖος. [2] ἐπὶ δὲ τούτων Πισᾶται μὲν ἀνανεωσάμενοι τὸ παλαιὸν ἀξίωμα τῆς πατρίδος καί τισι μυθικαῖς καὶ παλαιαῖς ἀποδείξεσι χρώμενοι, τὴν θέσιν τῆς Ὀλυμπικῆς πανηγύρεως αὑτοῖς προσήκειν ἀπεφαίνοντο. κρίνοντες δὲ τὸν παρόντα καιρὸν εὔθετον ἔχειν ἀμφισβητῆσαι τοῦ ἀγῶνος, συμμαχίαν ἐποιήσαντο πρὸς Ἀρκάδας ὄντας πολεμίους Ἠλείων: συναγωνιστὰς δὲ λαβόντες τούτους ἐστράτευσαν ἐπὶ τοὺς Ἠλείους ἄρτι τιθέντας τὸν ἀγῶνα. [3] ἀντιστάντων δὲ τῶν Ἠλείων πανδημεὶ συνέστη μάχη καρτερά, θεωμένων τὴν μάχην τῶν παρόντων ἐπὶ τὴν πανήγυριν Ἑλλήνων ἐστεφανωμένων καὶ μεθ᾽ ἡσυχίας ἀκινδύνως ἐπισημαινομένων τὰς ἑκατέρωθεν ἀνδραγαθίας. τέλος Πισᾶται νικήσαντες ἔθηκαν τὸν ἀγῶνα, καὶ τὴν Ὀλυμπιάδα ταύτην ὕστερον οὐκ ἀνέγραψαν Ἠλεῖοι διὰ τὸ δοκεῖν βίᾳ καὶ ἀδίκως διατεθῆναι. [4]

ἅμα δὲ τούτοις πραττομένοις Ἐπαμεινώνδας Θηβαῖος, μέγιστον ἔχων τῶν πολιτῶν ἀξίωμα, συναχθείσης ἐκκλησίας διελέχθη τοῖς πολίταις, προτρεπόμενος αὐτοὺς ἀντέχεσθαι τῆς κατὰ θάλατταν ἡγεμονίας. διελθὼν δὲ λόγον ἐκ χρόνου πεφροντισμένον ἐδείκνυε τὴν ἐπιβολὴν ταύτην συμφέρουσάν τε καὶ δυνατήν, τά τε ἄλλα προφερόμενος καὶ διότι τοῖς πεζῇ κρατοῦσι ῥᾴδιόν ἐστι περιποιήσασθαι τὴν τῆς θαλάττης ἀρχήν: καὶ γὰρ Ἀθηναίους ἐν τῷ πρὸς Ξέρξην πολέμῳ διακοσίας ναῦς ἰδίᾳ πληροῦντας Λακεδαιμονίοις δέκα ναῦς παρεχομένοις ὑποτετάχθαι. πολλὰ δὲ καὶ ἄλλα πρὸς ταύτην τὴν ὑπόθεσιν οἰκείως διαλεχθεὶς ἔπεισε τοὺς Θηβαίους ἀντέχεσθαι τῆς κατὰ θάλατταν ἀρχῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: