previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

21.

κατὰ δὲ τὴν Ἑλλάδα Χίων καὶ Ῥοδίων καὶ Κῴων, ἔτι δὲ Βυζαντίων διαπολεμούντων πρὸς Ἀθηναίους τὸν συμμαχικὸν πόλεμον ἀμφότεροι μεγάλας παρασκευὰς ἐποιοῦντο, βουλόμενοι ναυμαχίᾳ κρῖναι τὸν πόλεμον. Ἀθηναῖοι δὲ Χάρητα μὲν μετὰ νεῶν ἑξήκοντα προαπεσταλκότες ἦσαν ἐν τοῖς ἄνω καιροῖς, τότε δὲ ἄλλας ἑξήκοντα πληρώσαντες καὶ στρατηγοὺς ἐπιστήσαντες τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν, Ἰφικράτην καὶ Τιμόθεον, ἐξαπέστειλαν κοινῇ μετὰ Χάρητος διαπολεμεῖν τοῖς ἀφεστηκόσι τῶν συμμάχων. [2] οἱ δὲ Χῖοι καὶ Ῥόδιοι καὶ Βυζάντιοι μετὰ τῶν συμμάχων ἑκατὸν ναῦς πληρώσαντες Ἴμβρον μὲν καὶ Λῆμνον οὔσας Ἀθηναίων ἐπόρθησαν, ἐπὶ δὲ Σάμον πολλῇ δυνάμει στρατεύσαντες τὴν μὲν χώραν ἐδῄωσαν, τὴν δὲ πόλιν ἐπολιόρκουν κατὰ γῆν καὶ κατὰ θάλατταν: πολλὰς δὲ καὶ ἄλλας νήσους οὔσας ὑπ᾽ Ἀθηναίους κακοποιήσαντες χρήματα ἤθροισαν εἰς τὰς τοῦ πολέμου χρείας. [3] οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ πάντες ἀθροισθέντες τὸ μὲν πρῶτον ἐπεβάλοντο πολιορκῆσαι τὴν τῶν Βυζαντίων πόλιν, μετὰ δὲ ταῦτα τῶν Χίων καὶ τῶν συμμάχων τὴν μὲν πολιορκίαν τῆς Σάμου λυσάντων, ἐπὶ δὲ τὴν βοήθειαν τοῖς Βυζαντίοις τρεπομένων συνηθροίσθησαν πάντες οἱ στόλοι περὶ τὸν Ἑλλήσποντον. μελλούσης δὲ γίνεσθαι τῆς ναυμαχίας μέγας ἄνεμος ἐπιπεσὼν διεκώλυσεν αὐτῶν τὴν προαίρεσιν. [4] τοῦ δὲ Χάρητος παρὰ φύσιν βουλομένου ναυμαχεῖν καὶ τῶν περὶ τὸν Ἰφικράτην καὶ Τιμόθεον ἐναντιουμένων διὰ τὸ μέγεθος τοῦ κλύδωνος μὲν Χάρης ἐπιμαρτυρόμενος τοὺς στρατιώτας διέβαλε τοὺς συνάρχοντας ὡς προδότας καὶ πρὸς τὸν δῆμον ἔγραψε περὶ αὐτῶν ὡς ἐγκαταλελοιπότων ἑκουσίως τὴν ναυμαχίαν, οἱ δ᾽ Ἀθηναῖοι παροξυνθέντες καὶ κρίσιν τῷ Ἰφικράτει καὶ Τιμοθέῳ προθέντες ἐζημίωσαν αὐτοὺς πολλοῖς ταλάντοις καὶ τῆς στρατηγίας ἀπέστησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: