previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

27.

οὗτος γὰρ κρατῶν τοῦ μαντείου προσέταττε τῇ Πυθίᾳ τὴν μαντείαν ἀπὸ τοῦ τρίποδος ποιεῖσθαι κατὰ τὰ πάτρια. ἀποκριναμένης δ᾽ αὐτῆς ὅτι τοιαῦτα οὐκ ἔστι τὰ πάτρια διηπειλήσατο καὶ συνηνάγκασε τὴν ἀνάβασιν ποιεῖσθαι ἐπὶ τὸν τρίποδα. ἀποφθεγξαμένης δ᾽ αὐτῆς πρὸς τὴν ὑπεροχὴν τοῦ βιαζομένου ὅτι ἔξεστιν αὐτῷ πράττειν βούλεται ἀσμένως τὸ ῥηθὲν ἐδέξατο καὶ τὸν προσήκοντα χρησμὸν ἔχειν ἀπεφαίνετο. εὐθὺς δὲ καὶ τὸν χρησμὸν ἔγγραφον ποιήσας καὶ προθεὶς εἰς τοὐμφανὲς ἅπασιν ἐποίησε φανερὸν ὅτι θεὸς αὐτῷ δίδωσιν ἐξουσίαν πράττειν , τι βούλεται. [2] συναγαγὼν δ᾽ ἐκκλησίαν καὶ τὴν μαντείαν τοῖς πλήθεσι δηλώσας καὶ παρακαλέσας θαρρεῖν ἐτρέπετο πρὸς τὰς τοῦ πολέμου πράξεις. ἐγένετο δ᾽ αὐτῷ καὶ σημεῖον ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλωνος: ἀετὸς γὰρ ὑπερπετώμενος τὸν ναὸν τοῦ θεοῦ καὶ συγκυλισθεὶς ἐπὶ τὴν γῆν τὰς τρεφομένας ἐν τῷ ἱερῷ περιστερὰς ἐθήρευεν, ὧν ἐνίας ἀπ᾽ αὐτῶν ἥρπαζε τῶν βωμῶν. τὸ δὲ σημεῖον ἔφασαν οἱ περὶ ταῦτ᾽ ἀσχολούμενοι σημαίνειν τῷ Φιλομήλῳ καὶ τοῖς Φωκεῦσι κρατήσειν τῶν περὶ Δελφοὺς πραγμάτων. [3] ἐπαρθεὶς οὖν ἐπὶ τούτοις ἐπέλεξε τῶν φίλων τοὺς εὐθετωτάτους εἰς τὰς πρεσβείας καὶ τούτων τοὺς μὲν εἰς τὰς Ἀθήνας, τοὺς δ᾽ εἰς Λακεδαίμονα, τοὺς δ᾽ εἰς τὰς Θήβας ἐξέπεμψεν: ὁμοίως δὲ καὶ πρὸς τὰς ἄλλας τὰς ἐπισημοτάτας τῶν κατὰ τὴν Ἑλλάδα πόλεων ἀπέστειλεν, ἀπολογούμενος ὅτι κατείληπται τοὺς Δελφοὺς οὐ τοῖς ἱεροῖς χρήμασιν ἐπιβουλεύων, ἀλλὰ τῆς τοῦ ἱεροῦ προστασίας ἀμφισβητῶν: εἶναι γὰρ Φωκέων αὐτὴν ἰδίαν ἐν τοῖς παλαιοῖς χρόνοις ἀποδεδειγμένην. [4] τῶν δὲ χρημάτων τὸν λόγον ἔφη πᾶσι τοῖς Ἕλλησιν ἀποδώσειν καὶ τόν τε σταθμὸν καὶ τὸν ἀριθμὸν τῶν ἀναθημάτων ἕτοιμος εἶναι παραδοῦναι τοῖς βουλομένοις ἐξετάζειν. ἠξίου δέ, ἄν τις δι᾽ ἔχθραν φθόνον πολεμῇ Φωκεῦσι, μάλιστα μὲν συμμαχεῖν, εἰ δὲ μή γε, τὴν ἡσυχίαν ἄγειν. [5] τῶν δὲ πρέσβεων τὸ προσταχθὲν πραξάντων Ἀθηναῖοι μὲν καὶ Λακεδαιμόνιοι καί τινες ἄλλοι συμμαχίαν πρὸς αὐτὸν συνέθεντο καὶ βοηθήσειν ἐπηγγείλαντο, Βοιωτοὶ δὲ καὶ Λοκροὶ καί τινες ἕτεροι τἀναντία τούτοις ἐψηφίσαντο καὶ τὸν πόλεμον ὑπὲρ τοῦ θεοῦ πρὸς τοὺς Φωκεῖς ἐπανείλαντο. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: