previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

51.

τότε δὲ μετὰ τὴν τῆς Βουβάστου παράδοσιν αἱ λοιπαὶ πόλεις καταπλαγεῖσαι καθ᾽ ὁμολογίαν παρεδόθησαν τοῖς Πέρσαις. ἐν δὲ τῇ Μέμφει διατρίβων βασιλεὺς Νεκτανεβὼς καὶ θεωρῶν τὴν τῶν πόλεων ἐπὶ τὴν προδοσίαν ὁρμὴν οὐκ ἐτόλμησεν ὑποστῆναι τοὺς ὑπὲρ τῆς ἡγεμονίας κινδύνους. ἀπογνοὺς οὖν τὴν βασιλείαν καὶ τὰ πλεῖστα τῶν χρημάτων ἀναλαβὼν ἔφυγεν εἰς τὴν Αἰθιοπίαν. [2] Ἀρταξέρξης δὲ παραλαβὼν πᾶσαν τὴν Αἴγυπτον καὶ τῶν ἀξιολογωτάτων πόλεων τὰ τείχη περιελὼν τὰ μὲν ἱερὰ συλήσας ἤθροισεν ἀργύρου τε καὶ χρυσοῦ πλῆθος, ἀπήνεγκε δὲ καὶ τὰς ἐκ τῶν ἀρχαίων ἱερῶν ἀναγραφάς, ἃς ὕστερον Βαγώας πολλῶν χρημάτων ἀπελύτρωσε τοῖς ἱερεῦσι τῶν Αἰγυπτίων. [3] τοὺς δὲ συστρατευσαμένους τῶν Ἑλλήνων κατὰ τὴν ἀξίαν ἕκαστον δωρεαῖς ἀξιολόγοις τιμήσας ἀπέλυσεν εἰς τὰς πατρίδας: τῆς δ᾽ Αἰγύπτου σατράπην καταστήσας Φερενδάτην ἐπανῆλθεν μετὰ τῆς δυνάμεως εἰς Βαβυλῶνα πολλὰ μὲν χρήματα καὶ λάφυρα κομίζων, δόξαν δὲ μεγάλην ἐκ τῶν κατορθωμάτων περιπεποιημένος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: