previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

55.

μετὰ δὲ τὴν ἅλωσιν τῆς Ὀλύνθου Ὀλύμπια ποιήσας τοῖς θεοῖς ἐπινίκια μεγαλοπρεπεῖς θυσίας συνετέλεσεν: πανήγυριν δὲ μεγάλην συστησάμενος καὶ λαμπροὺς ἀγῶνας ποιήσας πολλοὺς τῶν ἐπιδημούντων ξένων ἐπὶ τὰς ἑστιάσεις παρελάμβανε. [2] παρὰ δὲ τοὺς πότους πολλαῖς ὁμιλίαις χρώμενος καὶ πολλοῖς μὲν ποτήρια διδοὺς κατὰ τὰς προπόσεις, οὐκ ὀλίγοις δὲ δωρεὰς ἀπονέμων, πᾶσι δὲ μεγάλας ἀπαγγελίας εὐχαρίστως ποιούμενος πολλοὺς ἔσχεν ἐπιθυμητὰς τῆς πρὸς αὐτὸν φιλίας. [3] καὶ δήποτ᾽ ἐν τῷ συμποσίῳ κατανοήσας Σάτυρον τὸν ὑποκριτὴν σκυθρωπὸν ὄντ᾽ ἤρετο διὰ τί μόνος οὐδὲν ἀξιοῖ μεταλαβεῖν τῆς παρ᾽ αὐτοῦ φιλανθρωπίας: τοῦ δ᾽ εἰπόντος ὅτι βούλεται παρ᾽ αὐτοῦ τυχεῖν τινος δωρεᾶς, δεδοικέναι δὲ μήποτε δηλώσας τὴν προκεχειρισμένην ἔντευξιν ἀποτύχῃ, μὲν βασιλεὺς περιχαρὴς γενόμενος διεβεβαιώσατο πᾶν τι ἂν αἰτήσῃ χαρίσασθαι: δ᾽ εἶπεν ὅτι ξένου τινὸς ἑαυτοῦ δύο παρθένοι τὴν ἡλικίαν ἔχουσαι γάμου τυγχάνουσιν ἐν ταῖς αἰχμαλώτοις οὖσαι: ταύτας οὖν βούλεσθαι λαβεῖν οὐχ ἵνα λυσιτέλειάν τινα περιποιήσηται τυχὼν τῆς δωρεᾶς, ἀλλ᾽ ἵνα προικίσας ἀμφοτέρας συνοικίσῃ καὶ μὴ περιίδῃ μηδὲν παθούσας ἀνάξιον τῆς ἡλικίας. [4] μετὰ δὲ ταῦθ᾽ Φίλιππος ἀσμένως τὴν αἴτησιν προσδεξάμενος παραχρῆμα τὰς παρθένους ἐδωρήσατο τῷ Σατύρῳ. πολλὰς δὲ καὶ ἄλλας παντοδαπὰς εὐεργεσίας καὶ δωρεὰς διασπείρων ἐκομίζετο τοὺς μισθοὺς πολλαπλασίους τῆς χάριτος: πολλοὶ γὰρ ταῖς τῆς εὐεργεσίας ἐλπίσι προκληθέντες ἔφθασαν ἀλλήλους προσνέμοντες ἑαυτοὺς τῷ Φιλίππῳ καὶ τὰς πατρίδας ἐγχειρίζοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: