previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] ἀκολούθως δὲ τούτοις καὶ ἕτεραί τινες ὥσπερ ἐνθεάζουσαι ἐγένοντο φωναί, προδηλοῦσαι τὴν τοῦ βασιλέως καταστροφήν. ἐν γὰρ τῷ βασιλικῷ πότῳ Νεοπτόλεμος τραγῳδός, πρωτεύων τῇ μεγαλοφωνίᾳ καὶ τῇ δόξῃ, προστάξαντος αὐτῷ τοῦ Φιλίππου προενέγκασθαι τῶν ἐπιτετευγμένων ποιημάτων καὶ μάλιστα τῶν ἀνηκόντων πρὸς τὴν κατὰ τῶν Περσῶν στρατείαν, μὲν τεχνίτης κρίνας οἰκεῖον ὑποληφθήσεσθαι τὸ ποίημα τῇ διαβάσει τοῦ Φιλίππου καὶ τὴν εὐδαιμονίαν ἐπιπλῆξαι βουλόμενος τοῦ Περσῶν βασιλέως, καίπερ οὖσαν μεγάλην καὶ περιβόητον, ὅπως μεταπέσοι ποτ᾽ ἂν εἰς τοὐναντίον ὑπὸ τῆς τύχης ἤρξατο λέγειν τόδε τὸ ποίημα:“ φρονεῖτε νῦν αἰθέρος ὑψηλότερον
καὶ μεγάλων πεδίων ἀρούρας,
φρονεῖθ᾽ ὑπερβαλλόμενοι
δόμων δόμους, ἀφροσύνᾳ
πρόσω βιοτὰν τεκμαιρόμενοι.
δ᾽ ἀμφιβάλλει ταχύπουν
κέλευθον ἕρπων σκοτίαν,
ἄφνω δ᾽ ἄφαντος προσέβα
μακρὰς ἀφαιρούμενος ἐλπίδας
θνατῶν πολύμοχθος Ἅιδας
anon. fr. 127 (Nauck)καὶ τὰ τούτων ἐφεξῆς προσσυνεῖρε, πάντα πρὸς τὴν ὁμοίαν φερόμενα διάνοιαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: