previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὃς Φάλαρις Περίλαον τὸν χαλκουργὸν ἐκεῖνον
τὸν Ἀττικὸν κατέκαυσεν ἐν ταύρῳ τῷ χαλκέῳ.
οὗτος γὰρ τὸ μηχάνημα τοῦ ταύρου χαλκουργήσας
τοῖς μυξωτῆρσι τοῦ βοὸς ἐτέκτηνεν αὐλίσκους,
ἀνέπτυξε καὶ θύραν δὲ πρὸς τῷ πλευρῷ τοῦ ταύρου:
καὶ δῶρον τῷ Φαλάριδι τοῦτον τὸν ταῦρον ἄγει.
Φάλαρις δὲ τὸν ἄνθρωπον ἐν δώροις δεξιοῦται,
τὸ δὲ μηχάνημα θεοῖς καθιεροῦν κελεύει.
ὡς δ᾽ ἀναπτύξας τὸ πλευρὸν χαλκουργὸς ἐκεῖνος
δόλον τὸν κακομήχανον ἐξεῖπεν ἀπανθρώπως,
εἴ τινα βούλει, Φάλαρι, κολάζειν τῶν ἀνθρώπων,
ἔνδον τοῦ ταύρου κατειργνὺς πῦρ ὑποστρώννυ κάτω:
δόξει δ᾽ ταῦρος στεναγμοῖς μυκᾶσθαι τοῖς ἐκείνου,
σὺ δ᾽ ἡδονὴν τοῖς στεναγμοῖς ἕξεις αὐλοῖς μυκτήρων.
τοῦτο μαθὼν Φάλαρις καὶ μυσαχθεὶς ἐκεῖνον,
ἄγε, φησί, Περίλαε, σὺ πρῶτος δεῖξον τοῦτο,
καὶ τοὺς αὐλοῦντας μίμησαι, τράνωσόν σου τὴν τέχνην.
ὡς δὲ παρέδυ μιμητὴς δῆθεν τῶν αὐλημάτων,
κλείει τὸν ταῦρον Φάλαρις καὶ πῦρ ὑποσωρεύει.
ὅπως δὲ τὸ χαλκούργημα θανὼν μὴ ἐμμιάνῃ,
κατὰ πετρῶν ἐκρήμνισεν ἐξάξας ἡμιθνῆτα.
γράφει περὶ τοῦ ταύρου δὲ Λουκιανὸς Σύρος,
Διόδωρος καὶ Πίνδαρος, σὺν τούτοις τε μυρίοι.
Tzetz. Hist. 1. 646-668.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: