previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐὰν ἐν κύκλῳ δύο εὐθεῖαι τέμνωσιν ἀλλήλας μὴ διὰ τοῦ κέντρου οὖσαι, οὐ τέμνουσιν ἀλλήλας δίχα.

ἔστω κύκλος ΑΒΓΔ, καὶ ἐν αὐτῷ δύο εὐθεῖαι αἱ ΑΓ, ΒΔ τεμνέτωσαν ἀλλήλας
5κατὰ τὸ Ε μὴ διὰ τοῦ κέντρου οὖσαι: λέγω, ὅτι οὐ τέμνουσιν ἀλλήλας δίχα.

εἰ γὰρ δυνατόν, τεμνέτωσαν ἀλλήλας δίχα ὥστε ἴσην εἶναι τὴν μὲν ΑΕ τῇ ΕΓ, τὴν δὲ ΒΕ τῇ ΕΔ: καὶ εἰλήφθω τὸ κέντρον τοῦ ΑΒΓΔ
10κύκλου, καὶ ἔστω τὸ Ζ, καὶ ἐπεζεύχθω ΖΕ.

ἐπεὶ οὖν εὐθεῖά τις διὰ τοῦ κέντρου ΖΕ εὐθεῖάν τινα μὴ διὰ τοῦ κέντρου τὴν ΑΓ δίχα τέμνει, καὶ πρὸς ὀρθὰς αὐτὴν τέμνει: ὀρθὴ ἄρα ἐστὶν ὑπὸ ΖΕΑ: πάλιν, ἐπεὶ εὐθεῖά τις ΖΕ εὐθεῖάν τινα τὴν ΒΔ δίχα τέμνει, καὶ
15πρὸς ὀρθὰς αὐτὴν τέμνει: ὀρθὴ ἄρα ὑπὸ ΖΕΒ. ἐδείχθη δὲ καὶ ὑπὸ ΖΕΑ ὀρθή: ἴση ἄρα ὑπὸ ΖΕΑ τῇ ὑπὸ ΖΕΒ ἐλάττων τῇ μείζονι: ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα αἱ ΑΓ, ΒΔ τέμνουσιν ἀλλήλας δίχα.

ἐὰν ἄρα ἐν κύκλῳ δύο εὐθεῖαι τέμνωσιν ἀλλήλας μὴ διὰ
20τοῦ κέντρου οὖσαι, οὐ τέμνουσιν ἀλλήλας δίχα: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: