previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἀπὸ τῆς δοθείσης εὐθείας τῷ δοθέντι εὐθυγράμμῳ ὅμοιόν τε καὶ ὁμοίως κείμενον εὐθύγραμμον ἀναγράψαι.

ἔστω μὲν δοθεῖσα εὐθεῖα ΑΒ, τὸ δὲ δοθὲν εὐθύγραμμον τὸ ΓΕ: δεῖ δὴ ἀπὸ τῆς ΑΒ εὐθείας τῷ ΓΕ
5εὐθυγράμμῳ ὅμοιόν τε καὶ ὁμοίως κείμενον εὐθύγραμμον ἀναγράψαι.

ἐπεζεύχθω ΔΖ, καὶ συνεστάτω πρὸς τῇ ΑΒ εὐθείᾳ
10καὶ τοῖς πρὸς αὐτῇ σημείοις τοῖς Α, Β τῇ μὲν πρὸς τῷ Γ γωνίᾳ ἴση ὑπὸ ΗΑΒ, τῇ δὲ ὑπὸ ΓΔΖ ἴση ὑπὸ ΑΒΗ. λοιπὴ ἄρα ὑπὸ ΓΖΔ τῇ ὑπὸ ΑΗΒ ἐστιν ἴση: ἰσογώνιον ἄρα ἐστὶ τὸ ΖΓΔ τρίγωνον τῷ ΗΑΒ τριγώνῳ.
15ἀνάλογον ἄρα ἐστὶν ὡς ΖΔ πρὸς τὴν ΗΒ, οὕτως ΖΓ πρὸς τὴν ΗΑ, καὶ ΓΔ πρὸς τὴν ΑΒ. πάλιν συνεστάτω πρὸς τῇ ΒΗ εὐθείᾳ καὶ τοῖς πρὸς αὐτῇ σημείοις τοῖς Β, Η τῇ μὲν ὑπὸ ΔΖΕ γωνίᾳ ἴση ὑπὸ ΒΗΘ, τῇ δὲ ὑπὸ ΖΔΕ ἴση ὑπὸ ΗΒΘ. λοιπὴ ἄρα πρὸς τῷ Ε
20λοιπῇ τῇ πρὸς τῷ Θ ἐστιν ἴση: ἰσογώνιον ἄρα ἐστὶ τὸ ΖΔΕ τρίγωνον τῷ ΗΘΒ τριγώνῳ: ἀνάλογον ἄρα ἐστὶν ὡς ΖΔ πρὸς τὴν ΗΒ, οὕτως ΖΕ πρὸς τὴν ΗΘ καὶ ΕΔ πρὸς τὴν ΘΒ. ἐδείχθη δὲ καὶ ὡς ΖΔ πρὸς τὴν ΗΒ, οὕτως ΖΓ πρὸς τὴν ΗΑ καὶ ΓΔ πρὸς τὴν ΑΒ:
25καὶ ὡς ἄρα ΖΓ πρὸς τὴν ΑΗ, οὕτως τε ΓΔ πρὸς τὴν ΑΒ καὶ ΖΕ πρὸς τὴν ΗΘ καὶ ἔτι ΕΔ πρὸς τὴν ΘΒ. καὶ ἐπεὶ ἴση ἐστὶν μὲν ὑπὸ ΓΖΔ γωνία τῇ ὑπὸ ΑΗΒ, δὲ ὑπὸ ΔΖΕ τῇ ὑπὸ ΒΗΘ, ὅλη ἄρα ὑπὸ ΓΖΕ ὅλῃ τῇ ὑπὸ ΑΗΘ ἐστιν ἴση. διὰ τὰ αὐτὰ δὴ καὶ
30 ὑπὸ ΓΔΕ τῇ ὑπὸ ΑΒΘ ἐστιν ἴση. ἔστι δὲ καὶ μὲν πρὸς τῷ Γ τῇ πρὸς τῷ Α ἴση, δὲ πρὸς τῷ Ε τῇ πρὸς τῷ Θ. ἰσογώνιον ἄρα ἐστὶ τὸ ΑΘ τῷ ΓΕ: καὶ τὰς περὶ τὰς ἴσας γωνίας αὐτῶν πλευρὰς ἀνάλογον ἔχει: ὅμοιον ἄρα ἐστὶ τὸ ΑΘ εὐθύγραμμον τῷ ΓΕ εὐθυγράμμῳ.
35

ἀπὸ τῆς δοθείσης ἄρα εὐθείας τῆς ΑΒ τῷ δοθέντι εὐθυγράμμῳ τῷ ΓΕ ὅμοιόν τε καὶ ὁμοίως κείμενον εὐθύγραμμον ἀναγέγραπται τὸ ΑΘ: ὅπερ ἔδει ποιῆσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: