previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



δύο ὁμοίων στερεῶν ἀριθμῶν δύο μέσοι ἀνάλογον ἐμπίπτουσιν ἀριθμοί: καὶ στερεὸς πρὸς τὸν ὅμοιον στερεὸν τριπλασίονα λόγον ἔχει ἤπερ ὁμόλογος πλευρὰ πρὸς τὴν ὁμόλογον πλευράν.
5

ἔστωσαν δύο ὅμοιοι στερεοὶ οἱ Α, Β, καὶ τοῦ μὲν Α πλευραὶ ἔστωσαν οἱ Γ, Δ, Ε, τοῦ δὲ Β οἱ Ζ, Η, Θ. καὶ ἐπεὶ ὅμοιοι στερεοί εἰσιν οἱ ἀνάλογον ἔχοντες τὰς πλευράς, ἔστιν ἄρα ὡς μὲν Γ πρὸς τὸν Δ, οὕτως Ζ πρὸς τὸν Η, ὡς δὲ Δ πρὸς τὸν Ε, οὕτως Η πρὸς τὸν Θ. λέγω, ὅτι
10τῶν Α, Β δύο μέσοι ἀνάλογον ἐμπίπτουσιν ἀριθμοί, καὶ Α πρὸς τὸν Β τριπλασίονα λόγον ἔχει ἤπερ Γ πρὸς τὸν Ζ καὶ Δ πρὸς τὸν Η καὶ ἔτι Ε πρὸς τὸν Θ.

Γ γὰρ τὸν Δ πολλαπλασιάσας τὸν Κ ποιείτω, δὲ Ζ τὸν Η πολλαπλασιάσας τὸν Λ ποιείτω. καὶ ἐπεὶ οἱ
15Γ, Δ τοῖς Ζ, Η ἐν τῷ αὐτῷ λόγῳ εἰσίν, καὶ ἐκ μὲν τῶν Γ, Δ ἐστιν Κ, ἐκ δὲ τῶν Ζ, Η Λ, οἱ Κ, Λ ἄρα ὅμοιοι ἐπίπεδοί εἰσιν ἀριθμοί: τῶν Κ, Λ ἄρα εἷς μέσος ἀνάλογόν ἐστιν ἀριθμός. ἔστω Μ. Μ ἄρα ἐστὶν ἐκ τῶν Δ, Ζ, ὡς ἐν τῷ πρὸ τούτου θεωρήματι ἐδείχθη. καὶ ἐπεὶ Δ
20τὸν μὲν Γ πολλαπλασιάσας τὸν Κ πεποίηκεν, τὸν δὲ Ζ πολλαπλασιάσας τὸν Μ πεποίηκεν, ἔστιν ἄρα ὡς Γ πρὸς τὸν Ζ, οὕτως Κ πρὸς τὸν Μ. ἀλλ᾽ ὡς Κ πρὸς τὸν Μ, Μ πρὸς τὸν Λ. οἱ Κ, Μ, Λ ἄρα ἑξῆς εἰσιν ἀνάλογον ἐν τῷ τοῦ Γ πρὸς τὸν Ζ λόγῳ. καὶ ἐπεί ἐστιν ὡς Γ πρὸς
25τὸν Δ, οὕτως Ζ πρὸς τὸν Η, ἐναλλὰξ ἄρα ἐστὶν ὡς Γ πρὸς τὸν Ζ, οὕτως Δ πρὸς τὸν Η. διὰ τὰ αὐτὰ δὴ καὶ
25ὡς Δ πρὸς τὸν Η, οὕτως Ε πρὸς τὸν Θ. οἱ Κ, Μ, Λ ἄρα ἑξῆς εἰσιν ἀνάλογον ἔν τε τῷ τοῦ Γ πρὸς τὸν Ζ λόγῳ καὶ τῷ τοῦ Δ πρὸς τὸν Η καὶ ἔτι τῷ τοῦ Ε πρὸς τὸν Θ.
30ἑκάτερος δὴ τῶν Ε, Θ τὸν Μ πολλαπλασιάσας ἑκάτερον τῶν Ν, Ξ ποιείτω. καὶ ἐπεὶ στερεός ἐστιν Α, πλευραὶ δὲ αὐτοῦ εἰσιν οἱ Γ, Δ, Ε, Ε ἄρα τὸν ἐκ τῶν Γ, Δ πολλαπλασιάσας τὸν Α πεποίηκεν. δὲ ἐκ τῶν Γ, Δ ἐστιν Κ: Ε ἄρα τὸν Κ πολλαπλασιάσας τὸν Α πεποίηκεν. διὰ τὰ
35αὐτὰ δὴ καὶ Θ τὸν Λ πολλαπλασιάσας τὸν Β πεποίηκεν. καὶ ἐπεὶ Ε τὸν Κ πολλαπλασιάσας τὸν Α πεποίηκεν, ἀλλὰ μὴν καὶ τὸν Μ πολλαπλασιάσας τὸν Ν πεποίηκεν, ἔστιν ἄρα ὡς Κ πρὸς τὸν Μ, οὕτως Α πρὸς τὸν Ν. ὡς δὲ Κ πρὸς τὸν Μ, οὕτως τε Γ πρὸς τὸν Ζ καὶ Δ
40πρὸς τὸν Η καὶ ἔτι Ε πρὸς τὸν Θ: καὶ ὡς ἄρα Γ πρὸς τὸν Ζ καὶ Δ πρὸς τὸν Η καὶ Ε πρὸς τὸν Θ, οὕτως Α πρὸς τὸν Ν. πάλιν, ἐπεὶ ἑκάτερος τῶν Ε, Θ τὸν Μ πολλαπλασιάσας ἑκάτερον τῶν Ν, Ξ πεποίηκεν, ἔστιν ἄρα ὡς Ε πρὸς τὸν Θ, οὕτως Ν πρὸς τὸν Ξ. ἀλλ᾽ ὡς Ε
45πρὸς τὸν Θ, οὕτως τε Γ πρὸς τὸν Ζ καὶ Δ πρὸς τὸν Η: καὶ ὡς ἄρα Γ πρὸς τὸν Ζ καὶ Δ πρὸς τὸν Η καὶ Ε πρὸς τὸν Θ, οὕτως τε Α πρὸς τὸν Ν καὶ Ν πρὸς τὸν Ξ. πάλιν, ἐπεὶ Θ τὸν Μ πολλαπλασιάσας τὸν Ξ πεποίηκεν, ἀλλὰ μὴν καὶ τὸν Λ πολλαπλασιάσας τὸν Β
50πεποίηκεν, ἔστιν ἄρα ὡς Μ πρὸς τὸν Λ, οὕτως Ξ πρὸς τὸν Β. ἀλλ᾽ ὡς Μ πρὸς τὸν Λ, οὕτως τε Γ πρὸς τὸν Ζ καὶ Δ πρὸς τὸν Η καὶ Ε πρὸς τὸν Θ. καὶ ὡς ἄρα Γ πρὸς τὸν Ζ καὶ Δ πρὸς τὸν Η καὶ Ε πρὸς τὸν Θ, οὕτως οὐ μόνον Ξ πρὸς τὸν Β, ἀλλὰ καὶ Α πρὸς τὸν
55ν καὶ Ν πρὸς τὸν Ξ. οἱ Α, Ν, Ξ, Β ἄρα ἑξῆς εἰσιν ἀνάλογον ἐν τοῖς εἰρημένοις τῶν πλευρῶν λόγοις.

λέγω, ὅτι καὶ Α πρὸς τὸν Β τριπλασίονα λόγον ἔχει ἤπερ ὁμόλογος πλευρὰ πρὸς τὴν ὁμόλογον πλευράν, τουτέστιν ἤπερ Γ ἀριθμὸς πρὸς τὸν Ζ Δ πρὸς τὸν Η
60καὶ ἔτι Ε πρὸς τὸν Θ. ἐπεὶ γὰρ τέσσαρες ἀριθμοὶ ἑξῆς ἀνάλογόν εἰσιν οἱ Α, Ν, Ξ, Β, Α ἄρα πρὸς τὸν Β τριπλασίονα λόγον ἔχει ἤπερ Α πρὸς τὸν Ν. ἀλλ᾽ ὡς Α πρὸς τὸν Ν, οὕτως ἐδείχθη τε Γ πρὸς τὸν Ζ καὶ Δ πρὸς τὸν Η καὶ ἔτι Ε πρὸς τὸν Θ. καὶ Α ἄρα πρὸς
65τὸν Β τριπλασίονα λόγον ἔχει ἤπερ ὁμόλογος πλευρὰ πρὸς τὴν ὁμόλογον πλευράν, τουτέστιν ἤπερ Γ ἀριθμὸς πρὸς τὸν Ζ καὶ Δ πρὸς τὸν Η καὶ ἔτι Ε πρὸς τὸν Θ: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: