previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐὰν ἀριθμὸς ἑαυτὸν πολλαπλασιάσας κύβον ποιῇ, καὶ αὐτὸς κύβος ἔσται.

ἀριθμὸς γὰρ Α ἑαυτὸν πολλαπλασιάσας κύβον τὸν Β ποιείτω: λέγω, ὅτι καὶ Α κύβος ἐστίν.
5

῾ο γὰρ Α τὸν Β πολλαπλασιάσας τὸν Γ ποιείτω. ἐπεὶ οὖν Α ἑαυτὸν μὲν πολλαπλασιάσας τὸν Β πεποίηκεν, τὸν δὲ Β πολλαπλασιάσας τὸν Γ πεποίηκεν, Γ ἄρα κύβος ἐστίν. καὶ ἐπεὶ Α ἑαυτὸν
10πολλαπλασιάσας τὸν Β πεποίηκεν, Α ἄρα τὸν Β μετρεῖ κατὰ τὰς ἐν αὑτῷ μονάδας. μετρεῖ δὲ καὶ μονὰς τὸν Α κατὰ τὰς ἐν αὐτῷ μονάδας. ἔστιν ἄρα ὡς μονὰς πρὸς τὸν Α, οὕτως Α πρὸς τὸν Β. καὶ ἐπεὶ Α τὸν Β πολλαπλασιάσας τὸν Γ πεποίηκεν, Β ἄρα τὸν Γ μετρεῖ
15κατὰ τὰς ἐν τῷ Α μονάδας. μετρεῖ δὲ καὶ μονὰς τὸν Α κατὰ τὰς ἐν αὐτῷ μονάδας. ἔστιν ἄρα ὡς μονὰς πρὸς τὸν Α, οὕτως Β πρὸς τὸν Γ. ἀλλ᾽ ὡς μονὰς πρὸς τὸν Α, οὕτως Α πρὸς τὸν Β: καὶ ὡς ἄρα Α πρὸς τὸν Β, Β πρὸς τὸν Γ. καὶ ἐπεὶ οἱ Β, Γ κύβοι εἰσίν, ὅμοιοι στερεοί
20εἰσιν. τῶν Β, Γ ἄρα δύο μέσοι ἀνάλογόν εἰσιν ἀριθμοί. καί ἐστιν ὡς Β πρὸς τὸν Γ, Α πρὸς τὸν Β. καὶ τῶν Α, Β ἄρα δύο μέσοι ἀνάλογόν εἰσιν ἀριθμοί. καί ἐστι κύβος Β: κύβος ἄρα ἐστὶ καὶ Α: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: