previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Θέτις
Πηλεῦ, χάριν σοι τῶν πάρος νυμφευμάτων
ἥκω Θέτις λιποῦσα Νηρέως δόμους.
καὶ πρῶτα μέν σοι τοῖς παρεστῶσιν κακοῖς
μηδέν τι λίαν δυσφορεῖν παρῄνεσα:
1235κἀγὼ γάρ, ἣν ἄκλαυτα χρῆν τίκτειν τέκνα,
θεὰν γεγῶσαν καὶ θεοῦ πατρὸς τέκος,
ἀπώλεσ᾽ ἐκ σοῦ παῖδα τὸν ταχὺν πόδας
Ἀχιλλέα τεκοῦσα πρῶτον Ἑλλάδος.

ὧν δ᾽ οὕνεκ᾽ ἦλθον σημανῶ, σὺ δ᾽ ἐνδέχου.
τὸν μὲν θανόντα τόνδ᾽ Ἀχιλλέως γόνον
1240θάψον πορεύσας Πυθικὴν πρὸς ἐσχάραν,
Δελφοῖς ὄνειδος, ὡς ἀπαγγέλλῃ τάφος
φόνον βίαιον τῆς Ὀρεστείας χερός:
γυναῖκα δ᾽ αἰχμάλωτον, Ἀνδρομάχην λέγω,
Μολοσσίαν γῆν χρὴ κατοικῆσαι, γέρον,
1245Ἑλένῳ συναλλαχθεῖσαν εὐναίοις γάμοις,
καὶ παῖδα τόνδε, τῶν ἀπ᾽ Αἰακοῦ μόνον
λελειμμένον δή. βασιλέα δ᾽ ἐκ τοῦδε χρὴ
ἄλλον δι᾽ ἄλλου διαπερᾶν Μολοσσίας
εὐδαιμονοῦντας: οὐ γὰρ ὧδ᾽ ἀνάστατον
1250γένος γενέσθαι δεῖ τὸ σὸν κἀμόν, γέρον,
Τροίας τε: καὶ γὰρ θεοῖσι κἀκείνης μέλει,
καίπερ πεσούσης Παλλάδος προθυμίᾳ.
σὲ δ᾽, ὡς ἂν εἰδῇς τῆς ἐμῆς εὐνῆς χάριν,
1255κακῶν ἀπαλλάξασα τῶν βροτησίων
ἀθάνατον ἄφθιτόν τε ποιήσω θεόν.
κἄπειτα Νηρέως ἐν δόμοις ἐμοῦ μέτα
τὸ λοιπὸν ἤδη θεὸς συνοικήσεις θεᾷ:
ἔνθεν κομίζων ξηρὸν ἐκ πόντου πόδα
1260τὸν φίλτατον σοὶ παῖδ᾽ ἐμοί τ᾽ Ἀχιλλέα
ὄψῃ δόμους ναίοντα νησιωτικοὺς
Λευκὴν κατ᾽ ἀκτὴν ἐντὸς ἀξένου πόρου.
ἀλλ᾽ ἕρπε Δελφῶν εἰς θεόδμητον πόλιν
νεκρὸν κομίζων τόνδε, καὶ κρύψας χθονὶ
1265ἐλθὼν παλαιᾶς χοιράδος κοῖλον μυχὸν
Σηπιάδος ἵζου: μίμνε δ᾽, ἔστ᾽ ἂν ἐξ ἁλὸς
λαβοῦσα πεντήκοντα Νηρῄδων χορὸν
ἔλθω κομιστήν σου: τὸ γὰρ πεπρωμένον
δεῖ σ᾽ ἐκκομίζειν: Ζηνὶ γὰρ δοκεῖ τάδε.
1270παῦσαι δὲ λύπης τῶν τεθνηκότων ὕπερ:
πᾶσιν γὰρ ἀνθρώποισιν ἥδε πρὸς θεῶν
ψῆφος κέκρανται κατθανεῖν τ᾽ ὀφείλεται.

Πηλεύς
πότνι᾽, γενναῖα συγκοιμήματα,
Νηρέως γένεθλον, χαῖρε: ταῦτα δ᾽ ἀξίως
1275σαυτῆς τε ποιεῖς καὶ τέκνων τῶν ἐκ σέθεν.
παύω δὲ λύπην σοῦ κελευούσης, θεά,
καὶ τόνδε θάψας εἶμι Πηλίου πτυχάς,
οὗπερ σὸν εἷλον χερσὶ κάλλιστον δέμας.
[κᾆτ᾽ οὐ γαμεῖν δῆτ᾽ ἔκ τε γενναίων χρεὼν
1280δοῦναί τ᾽ ἐς ἐσθλούς, ὅστις εὖ βουλεύεται,
κακῶν δὲ λέκτρων μὴ 'πιθυμίαν ἔχειν,
μηδ᾽ εἰ ζαπλούτους οἴσεται φερνὰς δόμοις;
οὐ γάρ ποτ᾽ ἂν πράξειαν ἐκ θεῶν κακῶς.]

load focus English (David Kovacs)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.2
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: