Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀνδρομάχη
ὦ πόσις πόσις, εἴθε σὰν
χεῖρα καὶ δόρυ σύμμαχον
525κτησαίμαν, Πριάμου παῖ.
Παῖς
δύστανος, τί δ᾽ ἐγὼ μόρου
παράτροπον μέλος εὕρω;
Ἀνδρομάχη
λίσσου, γούνασι δεσπότου
530χρίμπτων, ὦ τέκνον.
Παῖς
ὦ φίλος,
φίλος, ἄνες θάνατόν μοι.
Ἀνδρομάχη
λείβομαι δάκρυσιν κόρας,
στάζω λισσάδος ὡς πέτρας
λιβὰς ἀνήλιος, ἁ τάλαινα.
Παῖς
535ὤμοι μοι, τί δ᾽ ἐγὼ κακῶν
μῆχος ἐξανύσωμαι;