previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

ἔπραξε δεινά, δεινὰ δ᾽ ἀντέδωκε σοὶ
καὶ τῷδ᾽: ἔχει γὰρ Δίκη μέγα σθένος.

Ἠλέκτρα

εἶἑν: κομίζειν τοῦδε σῶμ᾽ ἔσω χρεὼν
960σκότῳ τε δοῦναι, δμῶες, ὡς, ὅταν μόλῃ
μήτηρ, σφαγῆς πάροιθε μὴ εἰσίδῃ νεκρόν.

Ὀρέστης

ἐπίσχες: ἐμβάλωμεν εἰς ἄλλον λόγον.

Ἠλέκτρα

τί δ᾽; ἐκ Μυκηνῶν μῶν βοηδρόμους ὁρῶ;

Ὀρέστης

οὔκ, ἀλλὰ τὴν τεκοῦσαν μ᾽ ἐγείνατο.

Ἠλέκτρα

965καλῶς ἄρ᾽ ἄρκυν ἐς μέσην πορεύεται
καὶ μὴν ὄχοις γε καὶ στολῇ λαμπρύνεται.

Ὀρέστης

τί δῆτα δρῶμεν; μητέρ᾽ φονεύσομεν;

Ἠλέκτρα

μῶν σ᾽ οἶκτος εἷλε, μητρὸς ὡς εἶδες δέμας;

Ὀρέστης

φεῦ:
πῶς γὰρ κτάνω νιν, μ᾽ ἔθρεψε κἄτεκεν;

Ἠλέκτρα

970ὥσπερ πατέρα σὸν ἥδε κἀμὸν ὤλεσεν.

Ὀρέστης

Φοῖβε, πολλήν γ᾽ ἀμαθίαν ἐθέσπισας

Ἠλέκτρα

ὅπου δ᾽ Ἀπόλλων σκαιὸς , τίνες σοφοί;

Ὀρέστης

ὅστις μ᾽ ἔχρησας μητέρ᾽, ἣν οὐ χρῆν, κτανεῖν.

Ἠλέκτρα

βλάπτῃ δὲ δὴ τί πατρὶ τιμωρῶν σέθεν;

Ὀρέστης

975μητροκτόνος νῦν φεύξομαι, τόθ᾽ ἁγνὸς ὤν.

Ἠλέκτρα

καὶ μή γ᾽ ἀμύνων πατρὶ δυσσεβὴς ἔσῃ.

Ὀρέστης

ἐγὼ δὲ μητρὸς — ; τῷ φόνου δώσω δίκας;

Ἠλέκτρα

τῷ δ᾽ ἢν πατρῴαν διαμεθῇς τιμωρίαν;

Ὀρέστης

ἆρ᾽ αὔτ᾽ ἀλάστωρ εἶπ᾽ ἀπεικασθεὶς θεῷ;

Ἠλέκτρα

980ἱερὸν καθίζων τρίποδ᾽; ἐγὼ μὲν οὐ δοκῶ.

Ὀρέστης

οὐδ᾽ ἂν πιθοίμην εὖ μεμαντεῦσθαι τάδε.

Ἠλέκτρα

οὐ μὴ κακισθεὶς εἰς ἀνανδρίαν πεσῇ.

Ὀρέστης

ἀλλ᾽ τὸν αὐτὸν τῇδ᾽ ὑποστήσω δόλον;

Ἠλέκτρα

καὶ πόσιν καθεῖλες, Αἴγισθον κτανών.

Ὀρέστης

985ἔσειμι: δεινοῦ δ᾽ ἄρχομαι προβλήματος
καὶ δεινὰ δράσω γεεἰ θεοῖς δοκεῖ τάδε,
ἔστω: πικρὸν δὲ χἡδὺ τἀγώνισμά μοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: