Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ὧν οὐ θέμις σ᾽ οὔθ᾽ ὁσία
'πύρωσας ἐν θεῶν θαλάμοις,
1355μῆνιν δ᾽ ἔσχες μεγάλας
ματρός, ὦ παῖ, θυσίας
οὐ σεβίζουσα θεᾶς.
μέγα τοι δύναται νεβρῶν
παμποίκιλοι στολίδες
1360κισσοῦ τε στεφθεῖσα χλόα
νάρθηκας εἰς ἱερούς,
ῥόμβου θ᾽ εἱλισσομένα
κύκλιος ἔνοσις αἰθερία,
βακχεύουσά τ᾽ ἔθειρα Βρομί
1365ῳ καὶ παννυχίδες θεᾶς.
† εὖ δέ νιν ἄμασιν
ὑπέρβαλε σελάνα †
μορφᾷ μόνον ηὔχεις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.