Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἑλένη
φεῦ φεῦ, τίς ἢ Φρυγῶν
230ἢ τίς Ἑλλανίας ἀπὸ χθονὸς
ἔτεμε τὰν δακρυόεσσαν
Ἰλίῳ πεύκαν;
ἔνθεν ὀλόμενον σκάφος
συναρμόσας ὁ Πριαμίδας
ἔπλευσε βαρβάρῳ πλάτᾳ
235τὰν ἐμὰν ἐφ᾽ ἑστίαν,
ἐπὶ τὸ δυστυχέστατον
κάλλος, ὡς ἕλοι, γάμων
ἀμῶν: ἅ τε δόλιος
ἁ πολυκτόνος Κύπρις
Δαναΐδαις ἄγουσα θάνατον Πριαμίδαις,
240ὦ τάλαινα συμφορᾶς.
ἁ δὲ χρυσέοις θρόνοις
Διὸς ὑπαγκάλισμα σεμνὸν
Ἥρα τὸν ὠκύπουν
ἔπεμψε Μαιάδος γόνον:
ὅς με χλοερὰ δρεπομέναν
245ἔσω πέπλων ῥόδεα πέταλα,
Χαλκίοικον ὡς Ἀθάναν μόλοιμ᾽,
ἀναρπάσας δι᾽ αἰθέρος
τάνδε γαῖαν εἰς ἄνολβον
ἔριν ἔριν τάλαιναν ἔθετο
Πριαμίδαισιν Ἑλλάδος.
τὸ δ᾽ ἐμὸν ὄνομα
250παρὰ Σιμουντίοις ῥοαῖσι
μαψίδιον ἔχει φάτιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.