previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀμφιτρύων

Ἀμφιτρύων

170τῷ τοῦ Διὸς μὲν Ζεὺς ἀμυνέτω μέρει
παιδός: τὸ δ᾽ εἰς ἔμ᾽, Ἡράκλεις, ἐμοὶ μέλει
λόγοισι τὴν τοῦδ᾽ ἀμαθίαν ὑπὲρ σέθεν
δεῖξαι: κακῶς γάρ σ᾽ οὐκ ἐατέον κλύειν.
πρῶτον μὲν οὖν τἄρρητ᾽ἐν ἀρρήτοισι γὰρ
175τὴν σὴν νομίζω δειλίαν, Ἡράκλεες
σὺν μάρτυσιν θεοῖς δεῖ μ᾽ ἀπαλλάξαι σέθεν.
Διὸς κεραυνόν τ᾽ ἠρόμην τέθριππά τε,
ἐν οἷς βεβηκὼς τοῖσι γῆς βλαστήμασιν
Γίγασι πλευροῖς πτήν᾽ ἐναρμόσας βέλη
180τὸν καλλίνικον μετὰ θεῶν ἐκώμασεν:
τετρασκελές θ᾽ ὕβρισμα, Κενταύρων γένος,
Φολόην ἐπελθών, κάκιστε βασιλέων,
ἐροῦ τίν᾽ ἄνδρ᾽ ἄριστον ἐγκρίνειαν ἄν,
οὐ παῖδα τὸν ἐμόν, ὃν σὺ φῂς εἶναι δοκεῖν.
185Δίρφυν τ᾽ ἐρωτῶν σ᾽ ἔθρεψ᾽ Ἀβαντίδα ...
οὐκ ἄν σ᾽ ἐπαινέσειεν: οὐ γὰρ ἔσθ᾽ ὅπου
ἐσθλόν τι δράσας μάρτυρ᾽ ἂν λάβοις πάτραν.
τὸ πάνσοφον δ᾽ εὕρημα, τοξήρη σαγήν,
μέμφῃ: κλύων νῦν τἀπ᾽ ἐμοῦ σοφὸς γενοῦ.
190ἀνὴρ ὁπλίτης δοῦλός ἐστι τῶν ὅπλων
καὶ τοῖσι συνταχθεῖσιν οὖσι μὴ ἀγαθοῖς
αὐτὸς τέθνηκε δειλίᾳ τῇ τῶν πέλας,
θραύσας τε λόγχην οὐκ ἔχει τῷ σώματι
θάνατον ἀμῦναι, μίαν ἔχων ἀλκὴν μόνον:
195ὅσοι δὲ τόξοις χεῖρ᾽ ἔχουσιν εὔστοχον,
ἓν μὲν τὸ λῷστον, μυρίους οἰστοὺς ἀφεὶς
ἄλλοις τὸ σῶμα ῥύεται μὴ κατθανεῖν,
ἑκὰς δ᾽ ἀφεστὼς πολεμίους ἀμύνεται
τυφλοῖς ὁρῶντας οὐτάσας τοξεύμασιν
200τὸ σῶμά τ᾽ οὐ δίδωσι τοῖς ἐναντίοις,
ἐν εὐφυλάκτῳ δ᾽ ἐστί: τοῦτο δ᾽ ἐν μάχῃ
σοφὸν μάλιστα, δρῶντα πολεμίους κακῶς
σῴζειν τὸ σῶμα, μὴ 'κ τύχης ὡρμισμένον.
λόγοι μὲν οἵδε τοῖσι σοῖς ἐναντίαν
205γνώμην ἔχουσι τῶν καθεστώτων πέρι.
παῖδας δὲ δὴ τί τούσδ᾽ ἀποκτεῖναι θέλεις;
τί σ᾽ οἵδ᾽ ἔδρασαν; ἕν τί σ᾽ ἡγοῦμαι σοφόν,
εἰ τῶν ἀρίστων τἄκγον᾽ αὐτὸς ὢν κακὸς
δέδοικας. ἀλλὰ τοῦθ᾽ ὅμως ἡμῖν βαρύ,
210εἰ δειλίας σῆς κατθανούμεθ᾽ εἵνεκα,
χρῆν σ᾽ ὑφ᾽ ἡμῶν τῶν ἀμεινόνων παθεῖν,
εἰ Ζεὺς δικαίας εἶχεν εἰς ἡμᾶς φρένας.
εἰ δ᾽ οὖν ἔχειν γῆς σκῆπτρα τῆσδ᾽ αὐτὸς θέλεις,
ἔασον ἡμᾶς φυγάδας ἐξελθεῖν χθονός:
215βίᾳ δὲ δράσῃς μηδέν, πείσῃ βίαν,
ὅταν θεοῦ σοι πνεῦμα μεταβαλὸν τύχῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: