previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἡρακλῆς

οὐ ῥίψεθ᾽ Ἅιδου τάσδε περιβολὰς κόμης
καὶ φῶς ἀναβλέψεσθε, τοῦ κάτω σκότου
φίλας ἀμοιβὰς ὄμμασιν δεδορκότες;
565ἐγὼ δένῦν γὰρ τῆς ἐμῆς ἔργον χερός
πρῶτον μὲν εἶμι καὶ κατασκάψω δόμους
καινῶν τυράννων, κρᾶτα δ᾽ ἀνόσιον τεμὼν
ῥίψω κυνῶν ἕλκημα: Καδμείων δ᾽ ὅσους
κακοὺς ἐφηῦρον εὖ παθόντας ἐξ ἐμοῦ,
570τῷ καλλινίκῳ τῷδ᾽ ὅπλῳ χειρώσομαι:
τοὺς δὲ πτερωτοῖς διαφορῶν τοξεύμασι
νεκρῶν ἅπαντ᾽ Ἰσμηνὸν ἐμπλήσω φόνου,
Δίρκης τε νᾶμα λευκὸν αἱμαχθήσεται.
τῷ γάρ μ᾽ ἀμύνειν μᾶλλον δάμαρτι χρὴ
575καὶ παισὶ καὶ ... γέροντι; χαιρόντων πόνοι:
μάτην γὰρ αὐτοὺς τῶνδε μᾶλλον ἤνυσα.
καὶ δεῖ μ᾽ ὑπὲρ τῶνδ᾽, εἴπερ οἵδ᾽ ὑπὲρ πατρός,
θνῄσκειν ἀμύνοντ᾽: τί φήσομεν καλὸν
ὕδρᾳ μὲν ἐλθεῖν ἐς μάχην λέοντί τε
580Εὐρυσθέως πομπαῖσι, τῶν δ᾽ ἐμῶν τέκνων
οὐκ ἐκπονήσω θάνατον; οὐκ ἄρ᾽ Ἡρακλῆς
καλλίνικος ὡς πάροιθε λέξομαι.

Χορός

δίκαια τοὺς τεκόντας ὠφελεῖν τέκνα,
πατέρα τε πρέσβυν τήν τε κοινωνὸν γάμων.

Ἀμφιτρύων

585πρὸς σοῦ μέν, παῖ, τοῖς φίλοις τ᾽ εἶναι φίλον
τά τ᾽ ἐχθρὰ μισεῖν: ἀλλὰ μὴ 'πείγου λίαν.

Ἡρακλῆς

τί δ᾽ ἐστὶ τῶνδε θᾶσσον χρεών, πάτερ;

Ἀμφιτρύων

πολλοὺς πένητας, ὀλβίους δὲ τῷ λόγῳ
δοκοῦντας εἶναι συμμάχους ἄναξ ἔχει,
590οἳ στάσιν ἔθηκαν καὶ διώλεσαν πόλιν
ἐφ᾽ ἁρπαγαῖσι τῶν πέλας, τὰ δ᾽ ἐν δόμοις
δαπάναισι φροῦδα διαφυγόνθ᾽ ὑπ᾽ ἀργίας.
ὤφθης ἐσελθὼν πόλιν: ἐπεὶ δ᾽ ὤφθης, ὅρα
ἐχθροὺς ἀθροίσας μὴ παρὰ γνώμην πέσῃς.

Ἡρακλῆς

595μέλει μὲν οὐδὲν εἴ με πᾶσ᾽ εἶδεν πόλις:
ὄρνιν δ᾽ ἰδών τιν᾽ οὐκ ἐν αἰσίοις ἕδραις,
ἔγνων πόνον τιν᾽ ἐς δόμους πεπτωκότα:
ὥστ᾽ ἐκ προνοίας κρύφιος εἰσῆλθον χθόνα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: