Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἱππόλυτος
1370αἰαῖ αἰαῖ:
καὶ νῦν ὀδύνα μ᾽ ὀδύνα βαίνει
μέθετέ με, τάλανες
καί μοι θάνατος Παιὰν ἔλθοι.
προσαπόλλυτ᾽ ἀπόλλυτε τὸν δυσδαί-
1375μον᾽: ὑπ᾽ ἀμφιτόμου λόγχας ἔραμαι
διαμοιρᾶσαι
διά τ᾽ εὐνᾶσαι τὸν ἐμὸν βίοτον.
ὦ πατρὸς ἐμοῦ δύστανος ἀρά:
μιαιφόνον τι σύγγονον
1380παλαιῶν προγεννη-
τόρων ἐξορίζεται
κακόν, οὐδὲ μένει,
ἔμολέ τ᾽ ἐπ᾽ ἐμέ — τί ποτε τὸν οὐ-
δὲν ὄντ᾽ ἐπαίτιον κακῶν;
ἰώ μοί μοι:
1385τί φῶ; πῶς ἀπαλλά-
ξω βιοτὰν ἐμὰν
τοῦδ᾽ ἀνάλγητον πάθους;
εἴθε με κοιμάσειε τὸν
δυσδαίμον᾽ Ἅιδα μέλαι-
να νύκτερός τ᾽ ἀνάγκα.