Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
535ἄλλως ἄλλως παρά τ᾽ Ἀλφεῷ
Φοίβου τ᾽ ἐπὶ Πυθίοις τεράμνοις
βούταν φόνον Ἑλλὰς <αἶ᾽> ἀέξει:
Ἔρωτα δέ, τὸν τύραννον ἀνδρῶν,
τὸν τᾶς Ἀφροδίτας
540φιλτάτων θαλάμων κλῃδοῦχον, οὐ σεβίζομεν,
πέρθοντα καὶ διὰ πάσας ἱέντα συμφορᾶς
θνατοὺς ὅταν ἔλθῃ.