Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Κρέουσα
1250πρόσπολοι, διωκόμεσθα θανασίμους ἐπὶ σφαγάς,
Πυθίᾳ ψήφῳ κρατηθεῖσ᾽, ἔκδοτος δὲ γίγνομαι. Χορός
ἴσμεν, ὦ τάλαινα, τὰς σὰς συμφοράς, ἵν᾽ εἶ τύχης. Κρέουσα
ποῖ φύγω δῆτ᾽; ἐκ γὰρ οἴκων προύλαβον μόγις πόδα
μὴ θανεῖν, κλοπῇ δ᾽ ἀφῖγμαι διαφυγοῦσα πολεμίους. Χορός
1255ποῖ δ᾽ ἂν ἄλλοσ᾽ ἢ 'πὶ βωμόν; Κρέουσα
καὶ τί μοι πλέον τόδε; Χορός
ἱκέτιν οὐ θέμις φονεύειν. Κρέουσα
τῷ νόμῳ δέ γ᾽ ὄλλυμαι. Χορός
χειρία γ᾽ ἁλοῦσα. Κρέουσα
καὶ μὴν οἵδ᾽ ἀγωνισταὶ πικροὶ
δεῦρ᾽ ἐπείγονται ξιφήρεις. Χορός
ἵζε νυν πυρᾶς ἔπι.
κἂν θάνῃς γὰρ ἐνθάδ᾽ οὖσα, τοῖς ἀποκτείνασί σε
1260προστρόπαιον αἷμα θήσεις: οἰστέον δὲ τὴν τύχην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.