previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἴων

ἅρματα μὲν τάδε λαμπρὰ τεθρίππων
Ἥλιος ἤδη λάμπει κατὰ γῆν,
ἄστρα δὲ φεύγει πυρὶ τῷδ᾽ αἰθέρος
85ἐς νύχθ᾽ ἱεράν:
Παρνησιάδες δ᾽ ἄβατοι κορυφαὶ
καταλαμπόμεναι τὴν ἡμερίαν
ἁψῖδα βροτοῖσι δέχονται.
σμύρνης δ᾽ ἀνύδρου καπνὸς εἰς ὀρόφους
90Φοίβου πέταται.
θάσσει δὲ γυνὴ τρίποδα ζάθεον
Δελφίς, ἀείδουσ᾽ Ἕλλησι βοάς,
ἃς ἂν Ἀπόλλων κελαδήσῃ.
ἀλλ᾽, Φοίβου Δελφοὶ θέραπες,
95τὰς Κασταλίας ἀργυροειδεῖς
βαίνετε δίνας, καθαραῖς δὲ δρόσοις
ἀφυδρανάμενοι στείχετε ναούς:
στόμα τ᾽ εὔφημον φρουρεῖν ἀγαθόν,
φήμας τ᾽ ἀγαθὰς
100τοῖς ἐθέλουσιν μαντεύεσθαι
γλώσσης ἰδίας ἀποφαίνειν.
ἡμεῖς δέ, πόνους οὓς ἐκ παιδὸς
μοχθοῦμεν ἀεί, πτόρθοισι δάφνης
στέφεσίν θ᾽ ἱεροῖς ἐσόδους Φοίβου
105καθαρὰς θήσομεν, ὑγραῖς τε πέδον
ῥανίσιν νοτερόν: πτηνῶν τ᾽ ἀγέλας,
αἳ βλάπτουσιν σέμν᾽ ἀναθήματα,
τόξοισιν ἐμοῖς φυγάδας θήσομεν:
ὡς γὰρ ἀμήτωρ ἀπάτωρ τε γεγὼς
110τοὺς θρέψαντας
Φοίβου ναοὺς θεραπεύω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: